208
μου. εἴποι δ' ἄν τις ὡς πρὸς Ἰουδαίους καὶ μὴ παρακούσασιν αὐτοῖς καὶ μὴ φυλάξασι τὰς ἐντολάς, ἀλλὰ καὶ εἰδωλολατροῦσι καὶ «τοὺς προφήτας ἀναιροῦσι» πολυπλήθει τὰ τῆς κατὰ σάρκα παιδοποιΐας. πῶς οὖν ὡς ἐξαίρετον ἐπαγγελίαν μεθ' ὑποστολῆς ὑπισχνεῖται ὁ λόγος φάσκων· εἰ τάδε πεποιήκεις, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κύματα θαλάσσης, καὶ τὸ σπέρμα σου καὶ τὰ ἔκγονά σου. τοσάδε τῷ πλήθει εἰ μὲν οὖν δικαιοπραγοῦσιν αὐτοῖς «τὸ τῆς εἰρήνης πλῆθος» παρῆν καὶ σὺν τούτῳ τὰ τῆς πολυπαιδίας, οὐκ ἦν ἄλλο τι φάναι. εἰ δὲ κακῶς πράττοντες εἰρήνης μὲν «μακρὰν ἀφεστήκασι» ὡς τοῖς ἐχθροῖς αὐτοὺς εἰσέτι καὶ νῦν δεδουλῶσθαι, «ἔρημον» δὲ «καὶ ἄβατον» αὐτοῖς εἶναι τὸν πάλαι σεπτὸν καὶ ἅγιον τόπον, λελῦσθαι δὲ αὐτῶν τὰ νόμιμα καὶ τὴν βασιλείαν, οὕτω δὲ πράττοντες κακῶς ἐν μόνῃ τῇ τῶν σωμάτων γονῇ σκωλήκων δίκην πληθύνουσιν. ὥρα μὴ ἑτέρως ἢ κατὰ τὴν ἀποδοθεῖσαν ἡμῖν ἑρμηνείαν τὴν τῆς προφητείας διάνοιαν παραδέχεσθαι, ἀλλὰ καὶ νῦν φησιν, ὅτε μὴ τὰς ἐντολὰς ἐφυλάξατε, ἀλλ' ὅμως διὰ τὴν ἐμὴν φιλανθρωπίαν οὐ μὴ ἐξολοθρευθῆτε οὐδὲ μὴ ἐξαλειφθήσεται τὸ ὄνομά σου ἐνώπιόν μου, ἢ κατὰ τὸν Σύμμαχον· ἐξ ἔμπροσθέν μου. ∆ιόπερ ἐντεῦθεν ἤδη ἐπαγγελλόμενος μὴ ἐξολοθρεῦσαί σε μηδὲ ἐξαλείψειν τὸ ὄνομά σου, εἶπά σοι ἐξιέναι ἀπὸ Βαβυλῶνος ἄφετον καὶ ἐλεύθερον τοῦ τῶν πολεμίων φόβου γενόμενον. λαβὼν δὲ τὴν ἐξουσίαν τῆς εἰς τὰ οἰκεῖα ἐπανόδου μὴ ὑπτίως μηδὲ νωχελῶς ποιοῦ τὴν πορείαν σὺν πάσῃ δὲ σπουδῇ· ἀπαντήσει γάρ σοι φωνὴ εὐφροσύνης ἐντεῦθεν ἤδη ἀκουομένης, ἀλλὰ καὶ πάντες οἱ τούτων τῶν ἐμῶν λόγων ἀκούοντες συγχαρήσονταί σου τῇ σωτηρίᾳ. βοήσονταί τε εἰς ἐξάκουστον ὡς πᾶσι τοῖς εἰς τὰ ἔσχατα τῆς γῆς οἰκοῦσι τὴν ἀκοὴν γνωσθῆναι λεγόντων· Ἐρρύσατο κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ. καὶ ἐὰν διψήσωσι, δι' ἐρήμου ἄξει αὐτούς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς· σχισθήσεται πέτρα, καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου. οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει κύριος. καὶ ταῦτα δὲ πρὸς μὲν ἱστορίαν οὐκ ἐπληροῦτο κατὰ τὸν χρόνον τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τῶν ἠλευθερωμένων ὑπὸ Κύρου καὶ ∆αρείου τῶν βασιλευσάντων ἐν Πέρσαις· πρὸς δὲ διάνοιαν, ἐπεὶ μὴ ἔστι πρὸς λέξιν εὑρεῖν ἐν τῇ ἱστορίᾳ πέτραν ὑδάτων ῥεύσασαν κατὰ τὴν ἐπάνοδον τοῦ λαοῦ, φήσομεν τοῖς τῆς νοητῆς αἰχμαλωσίας ἠλευθερωμένοις, περὶ ὧν ὁ Χριστὸς ἔλεγε τοῦ θεοῦ· «εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν» ἐπαληθεύειν τὴν ἐπαγγελίαν. τούτοις γὰρ αὐτοῖς τὸ λογικὸν πόμα ἐκ τῆς ἀληθινῆς πέτρας ἐξομβρεῖ· «ἡ πέτρα δὲ ἦν ὁ Χριστὸς» κατὰ τὸν Ἀπόστολον· ὃ δὴ καὶ παρίστησιν αὐτὸς ὁ σωτὴρ ἡμῶν λέγων· «ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον». τὰ μὲν οὖν τῆς ἐπαγγελίας τοῦ θεοῦ τοιαῦτα ἐπεὶ δὲ συνεώρα ὁ λόγος πολλοὺς τῶν ἀκροωμένων τῆς προφητείας ἀναξίους γενομένους τῶν ἐπαγγελιῶν, ὅπως μὴ ἀδιακρίτως Ἰουδαίων παῖδες ὑπολάβωσι περὶ αὐτῶν εἰρῆσθαι τὰ λεγόμενα, ἀναγκαίως ἐπιφέρει ταῖς ἐπαγγελίαις τό· οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει κύριος· εὐσεβοῦσι γὰρ πᾶσα παρέσται ἡ παρὰ θεοῦ τρυφὴ καὶ χαρὰ καὶ εὐφροσύνη καὶ ὅσα ἐπήγγελται ἄλλα, τοῖς δὲ ἀσεβοῦσιν οὐδεὶς λόγος πρὸς τὰ ἐπηγγελμένα. 2.35 Αὐτάρκως ὁ λόγος διαλαλήσας τὰ κατάλληλα τῷ Ἰουδαίων λαῷ ἐξ ἑτέρας ἀρχῆς διὰ τῶν προκειμένων αὖθις ἐπὶ τὴν τῶν ἐθνῶν μεταβαίνει κλῆσιν ὁμοῦ καὶ τὰ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιφανείας θεσπίζων. διὸ ἀνακαλεῖται ἀρχόμενος τὰς ἐκκλησίας τοῦ θεοῦ τὰς ἁπανταχοῦ γῆς μεταξὺ τῶν ἀπίστων ἐθνῶν ἱδρυμένας καὶ ὥσπερ ὑπὸ θαλάσσης πανταχόθεν περικλυζομένας ὑπὸ τῶν τῆς κακίας ἁλμυρῶν κυμάτων. διὸ νήσους αὐτὰς ὀνομάζει καί φησιν· Ἀκούσατέ μου, νῆσοι. ἀλλ' ἵνα μή τις συκοφαντῇ τὴν ἡμετέραν ἑρμηνείαν ὡς οὐκ ὀρθῶς ἀποδεδομένην, διασαφεῖ τοῦ