208
προσαγορεύεται Τύχη. Σοφοκλῆς δὲ ὁ τραγῳδοποιός· οὐδὲ θεοῖσι λέγει αὐθαίρετα πάντα πέλονται νόσφι ∆ιός· κεῖνος γὰρ ἔχει τέλος ἠδὲ καὶ ἀρχήν· ὅ τε Ὀρφεύς· ἓν κράτος, εἷς δαίμων γένετο, μέγας οὐρανὸς αἴθων, ἓν δὲ τὰ πάντα τέτυκται, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα 13.13.56 καὶ τὰ ἐπὶ τούτοις. Πίνδαρος δὲ ὁ μελοποιὸς οἷον ἐκβακχεύεται ἄντικρυς εἰπεῖν· τί θεός; ὅ τι τὸ πᾶν καὶ πάλιν· θεὸς ὁ πάντα τεύχων βροτοῖς. ἐπὰν δὲ εἴπῃ· τί ἔλπεαι σοφίαν ὀλίγον τοι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἔχειν; τὰ θεῶν βουλεύματα ἐρευνᾶσαι βροτέᾳ φρενὶ δύσκολον· θνατᾶς δ' ἀπὸ ματρὸς ἔφυ. ἐκεῖθεν ἔσπακε τὴν διάνοιαν· «Τίς ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ;» 13.13.57 ἀλλὰ καὶ Ἡσίοδος δι' ὧν γράφει συνᾴδει τοῖς προειρημένοις· μάντις δ' οὐδείς ἐστιν ἐπιχθονίων ἀνθρώπων, ὅστις ἂν εἰδείη Ζηνὸς νόον αἰγιόχοιο. εἰκότως ἄρα Σόλων ὁ Ἀθηναῖος ἐν ταῖς ἐλεγείαις, καὶ αὐτὸς κατακολουθήσας Ἡσιόδῳ, πάμπαν δ' ἀθανάτων ἀφανὴς νόος ἀνθρώποισι γράφει. 13.13.58 Πάλιν τοῦ Μωσέως εἰς μόχθους καὶ πόνους διὰ τὴν παράβασιν τέξεσθαι τὴν γυναῖκα προφητεύσαντος ποιητής τις οὐκ ἄσημος γράφει· οὐδέ ποτ' ἦμαρ παύσονται καμάτου καὶ ὀϊζύος οὐδέ τι νύκτωρ στεινόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας. 13.13.59 ἔτι Ὅμηρος μὲν εἰπών· αὐτὸς δὲ χρύσεια πατὴρ ἐτίταινε τάλαντα δίκαιον τὸν θεὸν μηνύει. Μένανδρος δὲ ὁ κωμικὸς ἀγαθὸν ἑρμηνεύων τὸν θεόν φησιν· ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου ἀγαθός· κακὸν γὰρ δαίμονα οὐ νομιστέον εἶναι, βίον βλάπτοντα χρηστόν· εἶτα ἐπιφέρει· ἅπαντα δ' ἀγαθὸν εἶναι τὸν θεόν, ἤτοι πάντα θεὸν ἀγαθὸν λέγων ἤ, ὅπερ καὶ μᾶλλον, ἐν πᾶσι τὸν θεὸν ἀγαθὸν εἶναι. 13.13.60 Πάλιν αὖ Αἰσχύλος μὲν ὁ τραγῳδοποιὸς τὴν δύναμιν τοῦ θεοῦ παρατιθέμενος οὐκ ὀκνεῖ καὶ ὕψιστον αὐτὸν προσαγορεύειν διὰ τούτων· χώριζε θνητῶν τὸν θεὸν καὶ μὴ δόκει ὅμοιον αὑτῷ σάρκινον καθεστάναι. οὐκ οἶσθά γ' αὐτόν. ποτὲ μὲν ὡς πῦρ φαίνεται, ἄπλατος ὁρμῇ, ποτὲ δ' ὕδωρ, ποτὲ γνόφος καὶ θηρσὶν αὐτὸς γίνεται παρεμφερής, ἀνέμῳ νεφέλῃ τε καὶ ἀστραπῇ, βροντῇ, βροχῇ. ὑπηρετεῖ δ' αὐτῷ θάλασσα καὶ πέτραι καὶ πᾶσα πηγὴ καὶ ὕδατος συστήματα· τρέμει δ' ὄρη καὶ γαῖα καὶ πελώριος βυθὸς θαλάσσης καὶ ὀρέων ὕψος ἐπὶ μέγα, ἐπὰν ἐπιβλέψῃ γοργὸν ὄμμα δεσπότου· πάντα δυνατὴ γὰρ δόξα ὑψίστου θεοῦ. ἆρ' οὐ δοκεῖ σοι ἐκεῖνο παραφράζειν τὸ «Ἀπὸ προσώπου κυρίου τρέμει ἡ γῆ;» 13.13.61 Ἐπὶ τούτοις ὁ μαντικώτατος Ἀπόλλων, μαρτυρῶν τῇ δόξῃ τοῦ θεοῦ, λέγειν ἀναγκάζεται περὶ τῆς Ἀθηνᾶς, ἡνίκα ἐπὶ τὴν Ἑλλάδα ἐστράτευον οἱ Μῆδοι, ὡς ἐδεῖτό τε καὶ ἱκέτευε τὸν ∆ία περὶ τῆς Ἀττικῆς. ἔχει δὲ ὧδε ὁ χρησμός· οὐ δύναται Παλλὰς ∆ί' Ὀλύμπιον ἐξιλάσασθαι, λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ. πολλοὺς δ' ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει, οἵ που νῦν ἱδρῶτι ῥεεύμενοι ἑστήκασι, δείματι παλλόμενοι, καὶ τὰ ἐπὶ τούτοις. 13.13.62 Θεαρίδας δὲ ἐν τῷ Περὶ φύσεως γράφει· «Ἁ ἀρχὰ τῶν ὄντων, ἀρχὰ μὲν ὄντως ἀληθινά, μία· κείνα γὰρ ἐν ἀρχᾷ τέ ἐστιν ἓν καὶ μόνον» οὐδέ τίς ἐσθ' ἕτερος χωρὶς μεγάλου βασιλῆος Ὀρφεὺς λέγει· ᾧ πειθόμενος ὁ κωμικὸς ∆ίφιλος γνωμικώτατα τὸν ὄντα πάντων φησί πατέρα, τοῦτον διὰ τέλους τίμα, μόνον ἀγαθῶν τοσούτων εὑρετὴν καὶ κτίστορα. 13.13.63 εἰκότως τοίνυν καὶ Πλάτων ἐθίζει «τὰς βελτίστας φύσεις ἀφικνεῖσθαι πρὸς τὸ μάθημα, ὃ ἐν τῷ πρόσθεν ἔφαμεν εἶναι μέγιστον, ἰδεῖν τε τἀγαθὸν καὶ ἀναβῆναι ἐκείνην τὴν ἀνάβασιν.» «τοῦτο δή, ὡς ἔοικεν, οὐκ ὀστράκου ἂν εἴη περιστροφή, ἀλλὰ ψυχῆς περιαγωγὴ ἐκ νυκτερινῆς τινος ἡμέρας εἰς ἀληθινὴν τοῦ ὄντος οὖσαν ἐπάνοδον, ἣν δὴ φιλοσοφίαν ἀληθῆ φήσομεν εἶναι,» καὶ τοὺς ταύτης μετασχόντας τοῦ χρυσοῦ γένους κρίνει, «Ἐστὲ μὲν δὴ πάντες ἀδελφοὶ» 13.13.64 λέγων· οἱ δὲ τοῦ χρυσοῦ γένους ἀκριβέστατα καὶ πάντη εἰσί. τοῦ πατρὸς ἄρα καὶ ποιητοῦ συμπάντων ἐμφύτως καὶ ἀδιδάκτως ἀντιλαμβάνεται πάντα πρὸς πάντων, τὰ μὲν ἄψυχα