210
ἐκλάπην ἐκ γῆς Ἑβραίων· καὶ οὐδαμοῦ μέμνηται τῆς μοιχαλίδος, οὐδὲ καλλωπί- ζεται ἐπὶ τῷ πράγματι, ὃ πᾶς τις οὖν ἂν ἔπαθεν, εἰ καὶ μὴ φιλοτιμίας ἕνεκεν, ἀλλ' ὥστε μὴ δόξαι πονη- ρᾶς ἕνεκεν αἰτίας εἰς τὸ οἴκημα ἐμβεβλῆσθαι ἐκεῖνο. Εἰ γὰρ καὶ ἁμαρτάνοντες ἄνθρωποι, οὐδὲ οὕτως ἀπ- έχονται τοῦ ταῦτα ἐγκαλεῖν, καίτοι γε αἰσχύνην τοῦ πράγματος φέροντος, πῶς οὐκ ἄξιον θαυμάσοι ἐκεῖ- νον, ὅτι καὶ καθαρὸς ὢν οὐκ εἶπε τὸν ἔρωτα τῆς γυ- 61.275 ναικὸς, οὐδὲ ἐξεπόμπευσε τὴν ἁμαρτίαν, οὐδὲ ἡνίκα ἐπὶ τὸν θρόνον ἀνέβη καὶ τῆς Αἰγύπτου πάσης ἐγέ- νετο βασιλεὺς, ἐμνησικάκησε τῇ γυναικὶ, οὐδὲ ἀπῄτησε δίκην; ηʹ. Εἶδες πῶς αὐτὸς μὲν ἐκήδετο, ἐκείνη δὲ οὐκ ἐφί- λει, ἀλλ' ἐμαίνετο; Οὐ γὰρ τὸν Ἰωσὴφ ἐφίλει, ἀλλὰ τὴν ἀκολασίαν πληρῶσαι ἐβούλετο· καὶ αὐτὰ δὲ τὰ ῥήματα εἴ τις ἐξετάσειεν ἀκριβῶς, μετὰ θυμοῦ καὶ πολλοῦ φόνου. Τί γάρ φησιν; Εἰσήγαγες παῖδα Ἑβραῖον ἐμπαίζειν ἡμῖν, ὀνειδίζουσα τὴν εὐεργεσίαν τῷ ἀνδρί· καὶ τὰ ἱμάτια ἐπεδείκνυ, θηρίου παντὸς ἀγριωτέρα γενομένη. Ἀλλ' οὐκ ἐκεῖνος οὕτω. Καὶ τί λέγω τὴν πρὸς ταύτην εὔνοιαν, ὅπου γε καὶ πρὸς τοὺς ἀνελόντας ἀδελφοὺς τοιοῦτος ἦν, καὶ οὐδὲ περὶ ἐκείνων οὐδέν ποτε εἶπε δυσχερὲς, οὐκ ἔνδον, οὐκ ἔξω; ∆ιὰ τοῦτο ὁ Παῦλος τὴν μητέρα τῶν ἀγαθῶν ἁπάντων ταύτην εἶναί φησι, καὶ σημείων καὶ τῶν ἄλλων χαρισμάτων προτίθησιν. Ὥσπερ γὰρ χρυσῶν μὲν ἱματίων ὄντων καὶ ὑποδημάτων, δεόμεθα καὶ ἑτέρου τινὸς ἐνδείγματος, ὥστε τὸν βασιλέα μα- θεῖν· ἂν δὲ τὴν ἁλουργίδα ἴδωμεν καὶ τὸ διάδημα, οὐδὲν ἕτερον ἐπιζητοῦμεν τῆς βασιλείας ἰδεῖν ση- μεῖον· οὕτω δὴ καὶ ἐνταῦθα. Ὅταν τὸ τῆς ἀγάπης ἐπίκειται διάδημα, ἀρκεῖ δεῖξαι τοῦ Χριστοῦ τὸν ἀκριβῆ μαθητὴν, οὐχ ἡμῖν μόνον, ἀλλὰ καὶ τοῖς ἀπί- στοις. Ἐν τούτῳ γὰρ, φησὶ, γνώσονται πάντες, ὅτι μαθηταί μού ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ὥστε τὸ σημεῖον τοῦτο σημείων ἁπάντων μεῖζον, εἴ γε ἐν αὐτῷ γνωρίζεται ὁ μαθητής. Κἂν γὰρ μυρία ποιῶσί τινες σημεῖα, στασιάζωσι δὲ πρὸς ἀλλήλους, καταγέλαστοι τοῖς ἀπίστοις ἔσονται· ὥσπερ κἂν μη- δὲν ποιῶσι σημεῖον, ἀγαπῶσι δὲ ἀλλήλους ἀκριβῶς, καὶ αἰδέσιμοι καὶ ἀχείρωτοι πᾶσιν ὄντες διαμένουσιν. Ἐπεὶ καὶ Παῦλον διὰ τοῦτο θαυμάζο- μεν, οὐ διὰ τοὺς νεκροὺς οὓς ἤγειρεν, οὐδὲ διὰ τοὺς λεπροὺς οὓς ἐκαθάρισεν, ἀλλ' ἐπειδὴ ἔλεγε, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Κἂν γὰρ μυρία πρὸς ταῦτα θῇς σημεῖα, οὐδὲν ἴσον ἐρεῖς· ἐπεὶ καὶ αὐτὸς μισθὸν ἀπο- κεῖσθαι μέγαν ἔφησεν αὐτῷ, οὐκ ἐπειδὴ σημεῖα ἐποίει, ἀλλ' ἐπειδὴ τοῖς ἀσθενοῦσι γέγονεν ὡς ἀσθε- νής. Τίς γάρ μού ἐστι, φησὶν, ὁ μισθός; Ἵνα εὐ- αγγελιζόμενος, ἀδάπανον θήσω τὸ Εὐαγγέλιον. Καὶ ὅταν τῶν ἀποστόλων ἑαυτὸν προτιθῇ, οὐ λέγει, 61.276 Περισσότερα αὐτῶν σημεῖα ἐποίησα· ἀλλὰ, Περισσό- τερον αὐτῶν ἐκοπίασα. Καὶ λιμῷ δὲ διὰ τοῦτο ἐβούλετο ἀποθανεῖν διὰ τὴν σωτηρίαν τῶν μαθητῶν· Καλὸν γάρ μοι μᾶλλον, φησὶν, ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ· οὐκ ἐπειδὴ ἐκαυχᾶτο αὐτὸς, ἀλλ' ἵνα μὴ δόξῃ ὀνειδίζειν αὐτοῖς. Οὐδαμοῦ γὰρ οἶδε καυχᾶσθαι ἐπὶ τοῖς αὑτοῦ κατορθώμασι, μὴ καλοῦντος καιροῦ, ἀλλὰ κἂν ἀναγκασθῇ, ἄφρονα ἑαυτὸν καλεῖ. Εἰ δέ ποτε καὶ καυχᾶται, ἐν ἀσθενείαις, ἐν ὕβρε- σιν, ἐν τῷ σφοδρῶς συναλγεῖν τοῖς ἐπηρεαζομένοις· ὥσπερ οὖν καὶ ἐνταῦθά φησι, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Ταῦτα καὶ κινδύνων μείζω τὰ ῥήματα· διὸ καὶ ὕστερον αὐτὰ τίθησιν, αὔξων τὸν λόγον. Τίνος οὖν ἂν εἴημεν ἄξιοι ἡμεῖς πρὸς ἐκεῖνον ἐξεταζόμενοι, οἱ μήτε χρημάτων καταφρονοῦντες δι' ἡμᾶς αὐτοὺς, μήτε τὰ περιττὰ προϊέμενοι τῶν ὄντων; Ἀλλ' οὐκ ἐκεῖνος οὕτως, ἀλλὰ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἐπ- εδίδου, ἵνα οἱ λιθάσαντες αὐτὸν καὶ ῥαπίσαντες, βασι- λείας ἐπιτύχωσιν. Οὕτω γάρ με, φησὶν, ἀγαπᾷν ἐδί- δαξεν ὁ Χριστὸς, ὁ τὴν καλὴν ἐντολὴν καταλιπὼν τὴν περὶ τῆς ἀγάπης, καὶ ἣν αὐτὸς διὰ τῶν ἔργων ἐπλή- ρωσε. Καὶ γὰρ βασιλεὺς τῶν ὅλων τυγχάνων, καὶ τῆς μακαρίας ἐκείνης φύσεως ὢν, ἀνθρώπους, οὓς ἐξ οὐκ ὄντων ἐποίησε, καὶ οὓς μυρία εὐηργέτησε, τούτους ὑβρίζοντας καὶ διαπτύοντας οὐκ ἀπεστράφη, ἀλλὰ καὶ ἄνθρωπος ἐγένετο δι' αὐτοὺς, καὶ συνανεστράφη πόρναις καὶ