216
προθυμίας ἀγόμενος παρακούσῃ τῶν λεγομένων. ∆ιὰ δὴ τοῦτο καταστέλλων αὐτοῦ τὴν μανίαν, πρῶτον κατευνάζει τὰ κύματα τῆς ῥαγδαίας ὀργῆς ἐκείνης διὰ τῆς πηρώσεως, καὶ τότε αὐτῷ διαλέγεται, δεικνὺς τῆς σοφίας αὐτοῦ τὸ ἀπρόσιτον, καὶ τὸ τῆς γνώσεως ὑπερέχον· καὶ ἵνα μάθῃ τίνα πολεμεῖ, ὃν οὐ μόνον κολάζοντα, ἀλλ' οὐδὲ εὐεργετοῦντα δύναται ἐνεγκεῖν. Οὐ γὰρ σκότος αὐτὸν ἐπήρωσεν, ἀλλ' ὑπερβολὴ φωτὸς αὐτὸν ἐσκότισε· καὶ ὅμως τοσοῦτον ἦρεν, ὥστε τὰ ἱμάτια αὐτοῦ δεδοικέναι τοὺς δαίμονας. Ἀλλ' οὐ θαυμάζω τοῦτο, ὥσπερ οὐδ' ὅτι τὴν σκιὰν Πέτρου τὰ νοσήματα ἔφυγε. Τὸ δὲ θαυμαστὸν τοῦτο, ὅτι καὶ πρὸ τῆς χάριτος μεγάλα ἀπὸ βαλβῖδος αὐτῆς καὶ προοιμίων αὐτῶν ἐφάνη ποιῶν. Οὐδὲ γὰρ δύναμιν τοσαύτην ἔχων, οὐδὲ χειροτονίαν δεξάμενος, οὕτω τῷ πρὸς Χριστὸν ἐξήφθη ζήλῳ, ὡς πάντα τῶν Ἰουδαίων τὸν δῆμον διεγεῖραι καθ' ἑαυτοῦ· καὶ ἰδὼν ἑαυτὸν ἐν τοσούτοις ὄντα κινδύνοις, ὡς καὶ τὴν πόλιν πολιορκεῖσθαι, διὰ θυρίδος ἐχαλάσθη διὰ τοῦ τείχους· καὶ διαφυγὼν οὐδὲ οὕτως εἰς ὄκνον ἐνέπεσεν, οὐδὲ εἰς δειλίαν καὶ φόβον, ἀλλὰ πλείονα προθυμίαν ἐδέχετο, παραχωρῶν μὲν τοῖς κινδύνοις δι' οἰκονομίαν, οὐ παραχωρῶν δὲ τῆς διδασκαλίας οὐδενὶ, ἀλλὰ τὸν σταυρὸν πάλιν ἁρπάσας ἠκολούθει· καίτοι γε παρὰ πόδας ἔχων ἔτι τὸ παράδειγμα τὸ κατὰ τὸν Στέφανον, καὶ ὁρῶν κατ' αὐτοῦ μάλιστα πάντων φόνου πνέοντας Ἰουδαίους, καὶ αὐτῶν ἐπιθυμοῦντας αὐτοῦ τῶν σαρκῶν ἀπογεύσασθαι. Πόθεν οὖν οὔτε ἀφειδῶς ἐνέπιπτε τοῖς κινδύνοις, οὐδὲ διαφεύγων μαλακώτερος ἐγίνετο πάλιν; Σφόδρα τῆς παρούσης ἤρα ζωῆς διὰ τὸ κέρδος τὸ ἐξ αὐτῆς· καὶ σφόδρα αὐτῆς ὑπερεώρα διὰ τὴν φιλοσοφίαν τὴν ὑπὲρ τῆς ὑπεροψίας γινομένην αὐτῷ, ἢ διὰ τὸ ἐπείγεσθαι πρὸς τὸν Ἰησοῦν ἀπελθεῖν. Ὅπερ γὰρ ἀεὶ λέγω περὶ αὐτοῦ, καὶ οὐδέποτε παύσομαι λέγων, οὐδεὶς οὕτως εἰς ἐναντία πράγματα ἐμπεσὼν, ἑκάτερα πρὸς ἀκρίβειαν ἤσκησεν· οὐδεὶς γοῦν οὕτω τῆς παρούσης ἐπεθύμησε ζωῆς, οὐδὲ τῶν σφόδρα φιλοψυχούντων· οὐδεὶς οὕτως αὐτὴν ὑπερεῖδεν οὐδὲ τῶν μεθ' ὑπερβολῆς θανατώντων· οὕτω πάσης ἐπιθυμίας καθαρὸς ἦν ἐκεῖνος, καὶ οὐδενὶ προσέπασχε τῶν παρόντων, ἀλλὰ πανταχοῦ τῇ βουλῇ τοῦ Θεοῦ τὴν ἐπιθυμίαν ἐκίρνα τὴν ἑαυτοῦ. 63.841 Καὶ νῦν μὲν αὐτὴν καὶ τῆς μετὰ Χριστοῦ συνουσίας καὶ ὁμιλίας ἀναγκαιοτέραν εἶναί φησι, νῦν δὲ οὕτω βαρεῖαν καὶ ἐπαχθῆ, ὡς καὶ στενάζειν καὶ ἐπείγεσθαι πρὸς τὴν ἀνάλυσιν. Ἐκείνων γὰρ ἐπεθύμει μόνον τῶν κατὰ Θεὸν κέρδος αὐτῷ φερόντων, εἰ καὶ ἐναντία ταῦτα εἶναι συνέβαινε τοῖς προτέροις. Καὶ γὰρ ποικίλος τις ἦν καὶ παντοδαπὸς, οὐχ ὑποκρινόμενος, μὴ γένοιτο, ἀλλὰ πάντα γινόμενος, ἅπερ ἡ τοῦ κηρύγματος καὶ τῆς σωτηρίας τῶν ἀνθρώπων ἀπῄτει χρεία, κἀν τούτῳ τὸν ∆εσπότην μιμούμενος τὸν ἑαυτοῦ. Καὶ γὰρ καὶ ὁ Θεὸς ἄνθρωπος ἐφαίνετο, ὅτε ἔδει φανῆναι τοῦτο, καὶ ἐν πυρὶ πάλαι, ὅτε ὁ καιρὸς τοῦτο ἀπῄτει, καὶ νῦν μὲν ἐν ὁπλίτου σχήματι καὶ στρατιώτου, νῦν δὲ ἐν εἰκόνι πρεσβύτου, νῦν δὲ ἐν αὔρᾳ λεπτῇ, νῦν δὲ ὡς ὁδοιπόρος, νῦν δὲ αὐτοάνθρωπος, καὶ οὐδὲ ἀποθανεῖν οὕτω παρῃτήσατο. Τὸ δὲ, Ἔδει τοῦτο, ὅταν εἴπω, μηδεὶς ἀνάγκην εἶναι νομιζέτω τῶν λόγων, ἀλλὰ τῆς αὐτοῦ φιλανθρωπίας μόνον. Καὶ ποτὲ μὲν ἐν θρόνῳ, ποτὲ δὲ ἐπὶ τῶν Χερουβὶμ κάθηται. Πάντα δὲ ταῦτα πρὸς τὰς ὑποκειμένας οἰκονομίας ἔπραττε· διὸ καὶ διὰ τοῦ προφήτου ἔλεγεν· Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην. Οὕτω καὶ Παῦλος τὸν ἑαυτοῦ μιμούμενος ∆εσπότην, οὐκ ἂν κατεγνώσθη, νῦν μὲν Ἰουδαῖος γενόμενος, νῦν δὲ ὡς ἄνομος· καὶ νῦν μὲν νόμον ἐφύλαττε, νῦν δὲ ὑπερεώρα νόμου· καὶ ποτὲ μὲν ἀντείχετο τῆς παρούσης ζωῆς, ποτὲ δὲ αὐτῆς κατεφρόνει· καὶ νῦν μὲν ᾔτει χρήματα, νῦν δὲ καὶ διδόμενα διεκρούετο, καὶ ἔθυε καὶ ἐξυρᾶτο, καὶ πάλιν ἀνεθεμάτιζε τοὺς ποιοῦντας· καὶ νῦν μὲν περιέτεμε, νῦν δὲ περιτομὴν ἐξέβαλε. Καὶ τὰ μὲν γινόμενα ἐναντία ἦν, ἡ δὲ γνώμη καὶ ἡ διάνοια, ἀφ' ἧς ταῦτα ἐγίνετο, σφόδρα ἀκόλουθος καὶ ἑαυτῇ συνημμένη· ἓν γὰρ ἐζήτει, τῶν ταῦτα ἀκουόντων καὶ ὁρώντων τὴν σωτηρίαν. ∆ιὰ δὴ τοῦτο νῦν μὲν ἐπαίρει νόμον, νῦν δὲ αὐτὸν καθαιρεῖ. Οὐ γὰρ δὴ μόνον ἐν οἷς