222
ποταμῶν ἕως περάτων τῆς οἰκουμένης»; τοῦτο γοῦν ἐδήλωσαν οἱ λοιποὶ ἑρμηνευταί. ὁ γοῦν Ἀκύλας φησίν· «καὶ λαλήσει εἰρήνην τοῖς ἔθνεσιν, καὶ ἡ ἐξουσία αὐτοῦ ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης». 8.4.15 ᾧ συνᾴδει καὶ τὸ ἐν ἑβδομηκοστῷ πρώτῳ ψαλμῷ περὶ τοῦ ἐκ σπέρματος Σολομῶνος γενησομένου Χριστοῦ ὧδέ πη εἰρημένον· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης»· ταῦτα γὰρ περὶ τοῦ υἱοῦ Σολομῶνος ἐλέγετο, οὐδὲν λειπόμενα τῶν ἐν τῷ προφήτῃ εἰρημένων. 8.4.16 πότ' οὖν ταῦτα καὶ πῶς ἢ κατὰ ποίους χρόνους γέγονεν ὁ βουλόμενος ἑρμηνευέτω, ἢ πότε ἄλλοτε μετὰ τὴν ὑπὸ Βαβυλωνίοις πολιορκίαν δεύτερον ἐμπρησμὸν ὑπέμεινεν Ἱερουσαλήμ, καὶ ὁ ἐν αὐτῇ κατερρίφη νεώς. 8.4.17 Ὃ καὶ αὐτὸ θαῦμα μέγα ἔχει, ὡς ᾐνίξατο ὁ προφήτης, εἰπών· «διάνοιξον ὁ Λίβανος τὰς θύρας σου, καὶ καταταφαγέτω πῦρ τὰς κέδρους σου». Λίβανον γὰρ ἐν τούτοις συνήθως αὐτὸ τὸ ἱερὸν ὀνομάζει, ἐπεὶ καὶ δι' ἑτέρων προφητειῶν ἀποδέδεικται Λίβανος αὐτὸς ὁ νεὼς ἐπικεκλημένος. 8.4.18 τοῦτο δὲ καὶ αὐτοὶ παῖδες Ἰουδαίων εἰσέτι νῦν ὁμολογοῦσιν, ἐπεὶ καὶ Ἡσαΐας, ἐμφερῆ τῷ μετὰ χεῖρας προφήτῃ θεσπίζων, ἔφησεν· «ἰδοὺ κύριος σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται». «ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ». οἷς ἐπιλέγει· «καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν». 8.4.19 καὶ ἐνταῦθα γὰρ ὁμοῦ τῇ ἐκ σπέρματος Ἰεσσαὶ καὶ ∆αβὶδ γενέσει τοῦ Χριστοῦ Λιβάνου καθαίρεσις καὶ ἐθνῶν κλῆσις συνῆπται. Λίβανον δὲ τὴν Ἱερουσαλὴμ διαρρήδην ὁ Ἰεζεκιὴλ σημαίνει λέγων· «ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ ἔχων τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἀπέκνισεν τὰ ἁπαλὰ τῆς κέδρου». 8.4.20 ταῦτα γοῦν ὁ αὐτὸς ἑξῆς διασαφῶν, ἐπιλέγει «ὅταν ἔλθῃ» Ναβουχοδονόσορ «ἐπὶ Ἱερουσαλὴμ» καὶ λάβῃ «τοὺς ἄρχοντας αὐτῆς», καὶ τὰ ἑξῆς. Ἀλλὰ ταῦτα μὲν ὁ Ἰεζεκιὴλ περὶ τῆς πρώτης ἐδήλου πολιορκίας, μεθ' ἣν ὁ Ζαχαρίας περὶ τῆς δευτέρας θεσπίζει. πότ' οὖν μετὰ τοὺς Ζαχαρίου χρόνους ἐπὶ τῆς Μακεδόνων βασιλείας ἐμπρησμὸν ὑπέμεινεν ὁ νεώς; ἀλλ' οὐκ ἔστιν εἰπεῖν. 8.4.21 μετὰ γὰρ τὴν ὑπὸ Βαβυλωνίων πυρπόλησιν οὐδ' ἄλλοτε δευτέραν ἢ κατὰ Τίτον καὶ Οὐεσπασιανὸν Ῥωμαίων αὐτοκράτορας τὴν διὰ πυρὸς ὑπέμεινεν φθοράν, ἐφ' ᾗ πάλιν δι' αἰνίγματος τοὺς πάλαι ἄρχοντας τοῦ ἔθνους ἐπὶ θρήνους καὶ ὀλοφυρμοὺς ἀνακαλεῖ φάσκων ὁ λόγος· «ὀλολυξάτω πίτυς, διότι πέπτωκεν κέδρος, ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν· ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν». 8.4.22 τότε γοῦν καὶ γέγονεν ἡ Ἱερουσαλὴμ «ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ» γέγονεν «περιοχή», ὅ τε νενομισμένος αὐτοῖς ἅγιος καὶ ἱερὸς τόπος εἰσέτι καὶ σήμερον λίθος τυγχάνει καταπατούμενος πᾶσι τοῖς ἔθνεσιν, καὶ «πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται», ἀκολούθως τῇ προφητείᾳ. 8.4.23 ἀλλὰ καὶ «ἀνθ' ὧν κατωρχήσαντο» τοῦ ταῦτα θεσπίσαντος κυρίου, οὐ διαλέλοιπεν αὐτοὺς κοπετὸς καὶ ὀδυρμὸς καὶ θρῆνος. οὐ πώποτε γοῦν ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν καὶ εἰς τὸν καθ' ἡμᾶς χρόνον πᾶσαι αἱ φυλαὶ τοῦ Ἰουδαίων ἔθνους θρήνων καὶ κοπετῶν ἄξια πεπόνθασιν διὰ τὴν καταλαβοῦσαν αὐτοὺς ἐκ θεοῦ πληγήν, ὑφ' ἧς καὶ ἡ μητρόπολις αὐτῶν ἀλλοφύλοις ἔθνεσιν ἐξεδόθη καὶ τὸ ἱερὸν κατεσκάφη, αὐτοί τε τῆς ἰδίας χώρας ἀπελήλαντο, ἐν τῇ πολεμίᾳ ἐχθροῖς δουλεύοντες· ὧν ἕνεκα πᾶς ὁ οἶκος αὐτῶν καὶ πᾶσα ψυχὴ αὐτῶν εἰσέτι καὶ σήμερον θρήνοις ὑποβέβληται. 8.4.24 διό φησιν ἡ προφητεία· «καὶ κόψεται» φυλὴ κατὰ