222
βασιλείαν, καὶ καθάπερ ἐν στρατοπέδῳ, ταύτην ἄν τις ἴδοι τὴν διάταξιν καθ' ἑκάστην οἰκίαν. Ἔστι γοῦν ἐν τάξει μὲν βασιλέως ὁ ἀνὴρ, ἐν τάξει δὲ ὑπάρχου ἡ γυνὴ καὶ στρατηγοῦ· καὶ οἱ παῖδες δὲ ἀρχὴν κεκλήρωνται τρίτην· εἶτα μετὰ ταῦτα ἀρχὴ τετάρτη ἡ τῶν οἰκε- τῶν· καὶ γὰρ καὶ οὗτοι κρατοῦσι τῶν ἐλαττόνων, καὶ εἷς τις πολλάκις τοῖς πᾶσιν ἐφέστηκε, τὴν τοῦ δεσπό- του τάξιν διατηρῶν, πλὴν ὡς οἰκέτης. Καὶ μετὰ ταύτης ἑτέρα πάλιν ἀρχὴ καὶ ἐν αὐτοῖς ἡ τῶν γυναι- κῶν, ἡ τῶν παίδων, καὶ ἐν αὐτοῖς τοῖς παισὶ πάλιν ἑτέρα κατὰ τὴν ἡλικίαν καὶ κατὰ τὴν φύσιν· οὐδὲ γὰρ ἐν τοῖς παιδίοις ὁμοίως τὸ θῆλυ κρατεῖ. Καὶ πανταχοῦ δι' ὀλίγου καὶ πυκνὰς ἐποίησε τὰς ἀρχὰς ὁ Θεὸς, ἵνα πάντα ἐν ὁμονοίᾳ μένῃ καὶ εὐταξίᾳ πολ- λῇ. ∆ιὰ τοῦτο καὶ πρὶν εἰς πλῆθος ἐξενεχθῆναι τὸ γένος, δύο μόνων ὄντων τῶν πρώτων, τῷ μὲν ἄρχειν, τῇ δὲ ἄρχεσθαι ἐκέλευσε. Καὶ ἵνα μὴ ὡς ἐλάττονος καταφρονῇ πάλιν καὶ ἀποσχίζηται, ὅρα πῶς αὐτὴν ἐτίμησέ τε καὶ ἥνωσε καὶ πρὸ τῆς δημιουργίας. Ποιήσωμεν γὰρ αὐτῷ, φησὶ, βοηθόν· δεικνὺς ὅτι εἰς χρείαν αὐτοῦ γέγονε, καὶ ταύτῃ συνάγων αὐτὸν πρὸς τὴν δι' αὐτὸν γεγενημένην. Καὶ γὰρ πρὸς ταῦτα οἰκειότερον διακείμεθα τὰ δι' ἡμᾶς πραχθέντα. Ἵνα δὲ μὴ ἐπαίρηται πάλιν ἐκείνη, ὡς εἰς βοήθειαν αὐτῷ δοθεῖσα, καὶ τὸν δεσμὸν ἀποῤῥήξῃ τοῦτον, ἀπὸ τῆς πλευρᾶς αὐτὴν ποιεῖ, δεικνὺς ὅτι μέρος τοῦ παντός ἐστιν αὕτη τοῦ σώματος. Ἵνα δὲ μηδὲ ὁ ἀνὴρ ἐν- τεῦθεν ἐπαίρηται, οὐκέτι ἀφίησιν εἶναι μόνου, ὃ μό- νου τὸ πρότερον ἐγένετο, ἀλλὰ τοὐναντίον ἐποίησε τούτῳ, τὴν παιδοποιίαν εἰσαγαγὼν, κἂν τούτῳ προ- τιμήσας μὲν τὸν ἄνδρα, οὐ μὴν τὸ πᾶν ἀφεὶς εἶναι αὐτοῦ. δʹ. Εἶδες πόσους συνδέσμους ἀγάπης ὁ Θεὸς εἰργά- σατο; Ἀλλὰ ταῦτα μὲν ἀπὸ τῆς φύσεως κατέθηκε τῇ ὁμονοίᾳ τὰ ἐνέχυρα. Καὶ γὰρ τὸ τῆς αὐτῆς οὐσίας εἶ- ναι, εἰς τοῦτο ἄγει· πᾶν γὰρ ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ· καὶ τὸ ἐξ ἀνδρὸς τὴν γυναῖκα εἶναι, καὶ τὸ ἐξ ἀμφοτέρων πάλιν τοὺς παῖδας. Ὅθεν καὶ πολλοὶ φύονται διαθέσεως τρόποι. Τὸν μὲν γὰρ ὡς πατέρα ἀγαπῶμεν, τὸν δὲ ὡς πάππον· καὶ τὴν μὲν ὡς μη- τέρα, τὴν δὲ ὡς τιθηνόν· καὶ τὸν μὲν ὡς υἱὸν καὶ ἔγγονον καὶ ἐξ ἐγγόνων πάλιν, τὴν δὲ ὡς θυγατέρα καὶ θυγατριδῆν· καὶ τὸν μὲν ὡς ἀδελφὸν, τὸν δὲ ὡς ἀδελφιδοῦν· καὶ τὴν μὲν ὡς ἀδελφὴν, τὴν δὲ ὡς ἀδελφιδῆν. Καὶ τί γὰρ δεῖ πάντα καταλέγειν τὰ τῆς συγγενείας ὀνόματα; Ἐπενόησε δὲ καὶ ἑτέραν διαθέ- σεως ὑπόθεσιν· ἀπαγορεύσας γὰρ τοὺς τῶν συγγενῶν γάμους, ἐπ' ἀλλοτρίους ἡμᾶς ἐξήγαγε, κἀκείνους πά- λιν πρὸς ἡμᾶς εἵλκυσεν. Ἐπειδὴ γὰρ ἀπὸ τῆς φυ- σικῆς ταύτης συγγενείας οὐκ ἦν ἐκείνους ἡμῖν συν- αφθῆναι, ἀπὸ τοῦ γάμου πάλιν συνῆψεν, ὁλοκλήρους οἰκίας διὰ τῆς μιᾶς νύμφης συνάγων, καὶ γένη γένεσιν ὅλα ἀναμιγνύς. Μὴ γάμει γὰρ, φησὶ, τὴν ἀδελφὴν τὴν σὴν, μηδὲ τὴν ἀδελφὴν τοῦ πατρὸς, μηδὲ ἄλλην κόρην τὴν τοιαύτην συγγένειαν πρὸς σὲ κεκτημένην, ἣ διακωλύει τὸν γάμον, ὀνόματι θεὶς τῶν τοιούτων συγγενῶν τὰ εἴδη. Ἀρκεῖ σοι πρὸς τὴν ἐκείνων διάθεσιν τὸ λῦσαι τὰς αὐτὰς ὠδῖνας, τὸ ἑτέρως σοι προσήκειν τὰς ἄλλας. Τί στενοχωρεῖς τῆς ἀγάπης τὸ πλάτος; τί περιττῶς ὑπόθεσιν ἀνα- λίσκεις εἰς αὐτὴν φιλίας, δι' ἧς δύνασαι καὶ ἑτέραν πορίσασθαι φιλίας ἀφορμὴν, ἔξωθεν γυναῖκα ἀγαγὼν, 61.291 καὶ δι' ἐκείνης συγγενῶν ὁρμαθὸν, καὶ μητέρα, καὶ πατέρα, καὶ ἀδελφοὺς, καὶ τοὺς τούτων ἐπιτηδείους; Εἶδες πόσοις τρόποις ἡμᾶς συνέδησεν; Ἀλλ' ὅμως οὐδὲ ταῦτα αὐτῷ ἤρκεσεν, ἀλλὰ καὶ ἀλλήλων χρῄζειν παρεσκεύασεν, ἵνα καὶ οὕτως ἡμᾶς συναγάγῃ, ἐπειδὴ μάλιστα τὰς φιλίας αἱ χρεῖαι ποιοῦσι. ∆ιὰ δὴ τοῦτο οὐδὲ πάντα ἀφῆκε πανταχοῦ γίνεσθαι, ἵνα κἀν- τεῦθεν ἀλλήλοις ἀναμίγνυσθαι ἀναγκάσῃ. Καταστή- σας δὲ ἡμᾶς ἐν χρείᾳ ἀλλήλων, εὔκολον πάλιν τὴν ἐπιμιξίαν ἐποίησεν· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, εἰς ἑτέραν ἀηδίαν τὸ πρᾶγμα περιΐστατο καὶ δυσχέρειαν. Εἰ γὰρ ἰατροῦ δεόμενον ἢ τέκτονος ἢ ἑτέρου δημιουρ- γοῦ, μακρὰν ἔδει στέλλεσθαι ἀποδημίαν, τὸ πᾶν ἀπολώλει. ∆ιὰ δὴ τοῦτο καὶ πόλεις κατεσκεύασε, καὶ πάντας ὁμοῦ συνήγαγεν. Ἵνα δὴ καὶ τοῖς πόῤῥωθεν ῥᾳδίως ἐπιχωριάζωμεν, θάλατταν εἰς μέσον ἥπλωσε, καὶ ἀνέμων ταχύτητα ἔδωκε, ῥᾳδίας ἐντεῦθεν τὰς