222
ἀναγκαῖα, αἴροντα δηλονότι καὶ τὰ γράμματα. Ἃ δὲ ἐκεῖσε πέπρακται ὑπὸ τοῦ πρὶν προεδρεύσαντος μαθὼν ἐξέστην καὶ εἰς ἐλεεινολογίαν κατέληξα· πῶς δὲ οὐκ ἐσήμανας περὶ τοῦ Φιλαγρίου, οὗ ἡ μέριμνα πιέζει μου τὴν ταπεινὴν ψυχήν; 379 {1Τῷ αὐτῷ}1 Ἐκ παραδόξου μοι τὸ γράμμα σου, ὦ φίλτατον τέκνον· ὃν γὰρ προσεδόκουν ῥωμαΐζειν, ἐκ Βυζαντίου μοι φθέγγεται, καὶ ὃν ἐλογιζόμην ἀφέμενον εἶναι, δέσμιος ἥκει. τί τοῦτο; δῆλον ὅτι προνοίας θεοῦ τὸ ἔργον, ἵνα καὶ σὺ μετασχοίης σὺν τοῖς ἱεροῖς ἀδελφοῖς σου τῶν ὑπὲρ Χριστοῦ παθημάτων, οὐ μόνον ὡς τῶν προεχόντων ὤν, ἀλλὰ καὶ τῶν πολλῶν ἐν γνώσει διαφέρων καὶ τὸ πρωτεῖον τῶν γραφέων ἔχων, προσθείην δ' ἂν καὶ ὡς στόμα τῆς ταπεινώσεώς μου ὑπάρχων. σὺ μὲν οὖν ἐφθέγξω ἃ ἐφθέγξω ἐν τοῖς γράμμασιν ἐκθειάζων τὰ ἐμὰ (σὰ δὲ εἰπεῖν ἄληθες, ἐπειδὴ υἱῷ τὰ πατρὸς ἀνήκει) καὶ τοῦ μέτρου διὰ τὸν πόθον ἐξιστάμενος, ἐγὼ δέ σε παρακαλῶ στῆναι γενναίως ἐν τοῖς ὑπὲρ Χριστοῦ ἀγωνίσμασι, πάντα φέρων τὰ μέχρις αἵματος, ἐπειδὴ οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς, ὡς γέγραπται, ἄλλως τε ὅτι καὶ προῄρου κατ' ἀρχὰς ὑποβληθῆναι τοῖς ὁμολογηταῖς καὶ σαυτὸν ἐπέρριψας μικροῦ δεῖν τῷ κινδύνῳ. νόμιμον οὖν τὸ μαρτύριόν σοι ᾠκονομήθη, ἀδελφέ, ἄρτι ἀχθέντι κατὰ λόγον. μὴ οὖν ἀναδύωμεν, ἀντιβολῶ, μηδὲ ἐλεήσωμεν σάρκας, ἀλλὰ προησώμεθα ταύτας εἰς ὅ τι ἂν καὶ παρασκευάσοι Χριστός, ἵνα καὶ ψυχὴν καὶ σῶμα εἰς ἀθάνατα ἀγαθὰ ἐμβάλωμεν. Προσεύχου καὶ αὐτὸς τὰ ἴσα περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ σὺν ἐμοὶ ἀδελφὸς προσαγορεύει. 380 {1Ναυκρατίῳ τέκνῳ}1 Χαίρω ἐπὶ σοί, ἀδελφέ μου Ναυκράτιε, ὅτι τῆς χαρᾶς υἱὸς χρηματίζεις, ὅπερ ἐστὶ τὸ διὰ Χριστὸν πάσχειν. καὶ τί γὰρ τούτου χαριέστερον, τί δὲ εὐκλεέστερον; ἐμαστίχθης οὖν χριστομιμήτως, ἤρθης ἐκ φυλακῆς εἰς φυλακήν, παραδοθεὶς εἰς χεῖρας Ἰωάννου τοῦ ἀσεβοῦς, ἐφ' ᾧ ὁ ταπεινὸς καὶ ἠγωνίασα· ἀλλ' ὅτι προσβαλόντος αὐτοῦ οὐ περιετράπης, τοὐναντίον δὲ καὶ ἀπεπέμψω διελεγκτικῶς τὸν ματαιόφρονα, πάνυ ὁ τάλας ᾖσα καὶ εὐθύμησα. εἴη δέ σοι καὶ πρὸς τὸ ἑξῆς πρὸς πᾶν ὁτιοῦν τῶν συμβησομένων παρὰ Κυρίου βοήθεια. ἐπειδὴ δὲ ἔφης προτεῖναι αὐτὸν ἐν τῇ διαλέξει φωνὰς ἐπ' ἀνατροπῇ τῶν ἁγίων εἰκόνων, ἤγουν Ἀστερίου, Ἐπιφανίου καὶ Θεοδότου, ἀναγκαῖον ᾠήθην πρὸς καταρτισμὸν ἀμφοτέρων παραθέσθαι ἐνταῦθα, εἰ καὶ ὑπερτείνει τὸ ἐπιστολιμαῖον ὕφος, αὐτὰς ἐκείνων τὰς φωνὰς καὶ τὴν σὺν θεῷ παρ' ἡμῶν τῶν ἀμαθῶν ἀνατροπὴν αὐτῶν. Ἡ οὖν τοῦ Ἀστερίου ἐπὶ λέξεως τάδε· "4μὴ γράφε τὸν Χριστόν· ἀρκεῖ γὰρ αὐτῷ ἡ μία τῆς ἐνσωματώσεως ταπεινοφροσύνη, ἣν αὐθ αιρέτως δι' ἡμᾶς κατεδέξατο. ἐπὶ δὲ τῆς ψυχῆς σου βαστάζων νοητῶς τὸν ἀσώματον λόγον περίφερε"5. ἐρωτάσθω τοιγαροῦν ὁ λογογράφος, ἀνθ' ὅτου ἀπαγορεύσας Χριστὸν γράφεσθαι ἀρκεῖν αὐτῷ λέγει τὴν μίαν τῆς ἐνσωματώσεως ταπεινοφροσύνην, ὡς καὶ τὴν ἅπαξ αἱρεθεῖσαν ἄδοξον ὑποφεύγοντι τὴν δευτερεύουσαν τῆς ταπεινοφροσύνης φανέρωσιν. καὶ πῶς αὐθαίρετος, εἰ ἄδοξος; τὸ γὰρ αὐθαίρετον ἔνδοξον, οὐκ ἔχον τοῦ ἀκουσίου τὸ ἄδοξον. εἰ δὲ τοῦτο οὔ, ἀλλ' ὅτι δευτέρωσις, πῶς δευτέρωσις ἡ τὸ αὐτὸ καὶ πρῶτον καθ' ὁμοίωσιν δεικνύουσα γραφή; πῶς δὲ καὶ τὸ ὑπομνηματίζεσθαι δι' ἀκοῆς οὐ παραιτήσεται, εἴγε τὸ δι' ὄψεως θριαμβεύεσθαι ὡς δευτέρωσιν φέρον νεμεσητὸν αὐτῷ; ἑκάτερον γὰρ θατέρου σύνοδόν τε καὶ ἰσοδύναμον, ὡς τὸ θεῖον στόμα, Βασίλειος ὁ Μέγας, ἀπεφθέγξατο. λογισθήσεται δὲ κατὰ τὸ ἀνάλογον καὶ τὸ τὸν σταυρὸν ἅπαξ γραφῆναι ἑτέρου δηλαδὴ σταυροῦ δευτέρωσις, ὡς καὶ ἐπὶ τοῦ εὐαγγελίου· καὶ ἐπειδὴ ἀεὶ γράφεται ἀμφότερα, ἀπείρους σταυρούς, πρὸς δὲ καὶ εὐαγγέλια, οὐχ ἕνα καὶ ἓν ὑπάρχειν. εἰ δὲ εἷς καὶ οὐ δεύτερος, κἂν μυριοστῶς γράφοιτο, σταυρός, καὶ ἓν καὶ οὐ δεύτερον, κἂν ἀπείρως γράφοιτο, εὐαγγέλιον, καὶ εἷς καὶ οὐ δύο, κἂν ὡσαύτως γράφοιτο, Χριστός. γραφόμενος γάρ ἐστιν ὡς ἀναγινωσκόμενος καὶ οὐ πλησθήσεται οὖς ἀπὸ ἀκροάσεως