224
παραδεχομένη τούτων, οὐκέτι ἔσται πόλις, ἀλλ' ἀπ- ολεῖται. Οὐκοῦν οὐκ ἀρκέσει ἑαυτῇ, εἰ μὴ καθάπερ τινὰς σωτῆρας τοὺς πένητας παρ' ἑαυτῇ συναγάγοι. Ἴδωμεν δὲ καὶ τὴν τῶν πενήτων πόλιν, εἰ καὶ αὕτη ὁμοίως ἐνδεῶς διακείσεται τῶν πλουτούντων ἐστερη- μένη. Καὶ πρότερον διακαθάρωμεν τῷ λόγῳ τὸν πλοῦτον, καὶ δείξωμεν αὐτὸν σαφῶς. Τί ποτ' οὖν ἐστι πλοῦτος; Χρυσὸς καὶ ἄργυρος, καὶ λίθοι τίμιοι, καὶ ἱμάτια σηρικὰ καὶ ἁλουργὰ καὶ διάχρυσα. Ἐπεὶ οὖν ἐφάνη τί ποτέ ἐστιν ὁ πλοῦτος, ἀπελάσωμεν αὐ- τὸν τῆς τῶν πενήτων πόλεως, εἰ μέλλοιμεν καθαρῶς πόλιν πενήτων ποιεῖν, καὶ μηδὲ ὄναρ ἐκεῖ φαινέσθω χρυσίον, μηδὲ ἱμάτια τοιαῦτα· εἰ δὲ βούλει, μηδὲ ἄρ- γυρος, μηδὲ τὰ ἐξ ἀργύρου σκεύη. Τί οὖν; παρὰ τοῦτο ἐνδεῶς ζήσεται τὰ τῆς πόλεως ταύτης, εἰπέ μοι; Οὐδέν. Ἄν τε γὰρ οἰκοδομεῖν δέῃ, οὐ χρυσοῦ καὶ ἀργύρου δεῖ καὶ μαργαριτῶν, ἀλλὰ τέχνης καὶ χειρῶν, χειρῶν δὲ οὐχ ἁπλῶς, ἀλλὰ τετυλωμένων, καὶ δακτύλων ἀπεσκληκότων, καὶ ἰσχύος πολλῆς, καὶ ξύ- λων καὶ λίθων· ἄν τε ὑφαίνειν πάλιν ἱμάτιον, οὐ χρυ- σοῦ πάλιν ἡμῖν δὲ καὶ ἀργύρου, ἀλλὰ χειρῶν πάλιν καὶ τέχνης καὶ γυναικῶν ἐργαζομένων. Τί δὲ, ἐὰν γεωργεῖν δέῃ καὶ σκάπτειν τὴν γῆν; πλουτούντων ἢ πενομένων χρεία; Παντί που δῆλον, ὅτι πενήτων. Καὶ σίδηρον δὲ ὅταν δέῃ χαλκεύειν, καὶ ἄλλο τι τῶν τοιούτων ποιεῖν, τοῦ δήμου τούτου μάλιστα ἡμῖν δεῖ. Ποῦ οὖν δεησόμεθα τῶν πλουτούντων λοιπόν· πλὴν εἰ μὴ καθ- ελεῖν δέον τὴν πόλιν ταύτην; Εἰ γὰρ ἐπεισελθόντων ἐκείνων εἰς τὴν τοῦ χρυσίου καὶ τὴν τῶν μαργαριτῶν ἐμπέσοιεν ἐπιθυμίαν, οὗτοι οἱ φιλόσοφοι (φιλοσόφους γὰρ ἐγὼ καλῶ τοὺς οὐδὲν περιττὸν ἐπιζητοῦντας), ἀργίᾳ δόντες ἑαυτοὺς καὶ τρυφῇ, πάντα ἀπολοῦσι λοιπόν. Καὶ εἰ μὴ χρήσιμος ὁ πλοῦτος, φησὶ, τίνος 61.293 ἕνεκεν δέδοται παρὰ τοῦ Θεοῦ; Καὶ πόθεν δῆλον, ὅτι 61.293 παρὰ τοῦ Θεοῦ τὸ πλουτεῖν; Ἡ Γραφή φησιν, Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, καὶ ᾧ ἐὰν βού- λομαι, δώσω αὐτό. Ἐνταῦθα εἰ μὴ πρᾶγμα ἐποίουν αἰσχρὸν, καὶ ἐγέλασα νῦν πλατὺν γέλωτα, τῶν ταῦτα λεγόντων καταγελῶν, ὅτι καθάπερ παιδία μικρὰ τραπέζης ἀπολαύοντα βασιλικῆς, μετ' ἐκείνης τῆς τροφῆς καὶ τὸ προστυχὸν ἅπαν ἐπεμβάλλουσι τῷ στόματι· οὕτω καὶ οὗτοι μετὰ τῶν θείων Γραφῶν καὶ τὰ παρ' ἑαυτῶν συνεισάγουσι. Τὸ μὲν γὰρ, Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, οἶδα εἰρημένον τῷ προφήτῃ· τὸ δὲ, Ὧ ἐὰν θέλω, δώσω αὐτὸ, οὐκέτι προσκείμενον, ἀλλὰ παρὰ τῶν συρφετῶν τούτων ἐπ- εισενηνεγμένον. Καὶ ἐκεῖνο δὲ τίνος ἕνεκεν εἴρηται ἐρῶ. Ὁ γὰρ προφήτης Ἀγγαῖος ἐπειδὴ συνεχῶς ἐπ-ηγγέλλετο τοῖς Ἰουδαίοις μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος τὸν ναὸν δείξειν ἐπὶ τοῦ σχήματος τοῦ προτέρου, καὶ ἠπίστουν τῷ λεγομένῳ τινὲς καὶ σχε- δὸν ἀδύνατον εἶναι ἐνόμιζον, εἰ μετὰ τὴν τέφραν καὶ τὴν κόνιν τοιοῦτος πάλιν φανεῖται ὁ οἶκος· ἐκεῖνος ἐκλύων αὐτῶν τὴν ἀπιστίαν, ἐκ προσώπου τοῦ Θεοῦ ταῦτα λέγει, ὡς ἂν εἰ ἔλεγε· Τί δεδοίκατε; τί δὲ ἀπιστεῖτε; Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυ- σίον, καὶ οὐ δέομαι, παρ' ἑτέρων δανεισάμενος, οὕτω καλλωπίσαι τὸν οἶκον. Καὶ ὅτι τοῦτό ἐστιν, ἐπ- ήγαγε, Καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην. Μὴ τοίνυν ἀραχνῶν ὑφάσματα ἐπεισάγωμεν τῷ πέπλῳ τῷ βασιλικῷ. Εἰ γὰρ, ἐν ἁλουργίδι εἴ τις ἁλοίη κρόκην παράσημον ἐμπλέκων, τὴν ἐσχάτην δώσει δίκην, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν· οὐδὲ γὰρ τὸ τυχὸν ἐντεῦθεν ἁμάρτημα γίνεται. Καὶ τί λέγω παρὰ προσθήκην καὶ ἀφαίρεσιν; παρὰ στιγμὴν μόνην, καὶ παρὰ ὑπόκρι- σιν μόνην ἀναγνώσεως πολλὰ πολλάκις ἄτοπα ἐτέχθη νοήματα. ʹ. Πόθεν οὖν οἱ πλουτοῦντες; φησί· καὶ γὰρ εἴρηται, Πλοῦτος καὶ πενία παρὰ Κυρίου. Ἐρώμεθα οὖν τοὺς ταῦτα ἡμῖν ἀνθυποφέροντας, Ἆρα πᾶς πλοῦτος καὶ πᾶσα πενία παρὰ Κυρίου; Καὶ τίς ἂν τοῦτο εἴποι; Καὶ γὰρ ὁρῶμεν, καὶ ἐξ ἁρπαγῆς καὶ ἀπὸ τῆς περὶ τάφους κακουργίας καὶ ἀπὸ γοητείας καὶ ἐξ ἑτέρων τοιούτων προφάσεων πολὺν πολλοῖς συναγό- μενον πλοῦτον, καὶ τοὺς ἔχοντας οὐδὲ ζῇν ἀξίους ὄντας. Τί οὖν, εἰπέ μοι, τοῦτον παρὰ τοῦ Θεοῦ τὸν πλοῦτον εἶναί φαμεν; Ἄπαγε· ἀλλὰ πόθεν; Ἐξ ἁμαρτίας. Καὶ γὰρ ἡ πόρνη