227
τυχόντος, ἀλλὰ τρυφῶντες καὶ πανηγυρίζοντες, τὴν στενὴν τῆς ἀρετῆς ὁδὸν βαδιούμεθα. ∆ιό φησι, ∆ιώκετε αὐτήν. Εἶτα ἵνα μὴ νομίσωσιν, ὅτι διὰ τοῦτο τὸν τῆς ἀγάπης εἰσήγαγε λόγον, ἵνα σβέσῃ τὰ χαρίσματα, ἐπάγει λέγων· Ζη- λοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφη- τεύητε. Ὁ γὰρ λαλῶν γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει· Πνεύματι δὲ λαλεῖ μυστήρια· ὁ δὲ προφητεύων, ἀνθρώποις 61.296 λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. Σύγκρισιν ἐνταῦθα λοιπὸν ποιεῖται τῶν χαρισμάτων, καὶ καθαιρεῖ τὸ τῶν γλωσσῶν, οὔτε πάντη ἄχρηστον δεικνὺς, οὔτε σφόδρα ὠφέλιμον καθ' ἑαυτό. Καὶ γὰρ σφόδρα ἐπὶ τούτῳ ἐφυσῶντο, ἐπειδὴ καὶ μέγα εἶναι τὸ χάρισμα ἐνομίζετο. Ἐνομίζετο δὲ μέγα εἶναι διὰ τὸ πρῶτον αὐτὸ τοὺς ἀποστόλους εἰληφέναι, καὶ μετὰ τοσαύτης ἐπιδείξεως. Οὐ μὴν διὰ τοῦτο τῶν ἄλλων προτιμότερον ἦν. Τίνος οὖν ἕνεκεν πρὸ τῶν ἄλλων ἔλαβον αὐτὸ οἱ ἀπόστολοι; Ἐπειδὴ πανταχοῦ διέρ- χεσθαι ἔμελλον. Καὶ ὥσπερ ἐν τῷ καιρῷ τῆς πυρ- γοποιίας ἡ μία γλῶττα εἰς πολλὰς διετέμνετο· οὕτω τότε αἱ πολλαὶ πολλάκις εἰς ἕνα ἄνθρωπον ᾔεσαν, καὶ ὁ αὐτὸς καὶ τῇ Περσῶν καὶ τῇ Ῥωμαίων καὶ τῇ Ἰνδῶν καὶ ἑτέραις πολλαῖς διελέγετο γλώτταις, τοῦ Πνεύματος ἐνηχοῦντος αὐτῷ· καὶ τὸ χάρισμα ἐκαλεῖτο χάρισμα γλωττῶν, ἐπειδὴ πολλαῖς ἀθρόον ἐδύνατο λαλεῖν φωναῖς. Ὅρα τοίνυν πῶς αὐτὸ καὶ καθαιρεῖ καὶ ἐπαίρει. Τῷ μὲν γὰρ εἰπεῖν, Ὁ λαλῶν γλώσ- σαις, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ Θεῷ· οὐδεὶς γὰρ ἀκούει, καθεῖλε, δείξας οὐ πολὺ τὸ χρήσιμον ὄν· τῷ δὲ ἐπάγειν, ὅτι Πνεύματι λαλεῖ μυστήρια, πά- λιν ἐπῆρεν, ἵνα μὴ περιττὸν εἶναι δόξῃ καὶ ἄχρηστον καὶ εἰκῆ δεδομένον. Ὁ δὲ προφητεύων, ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυ- θίαν. Εἶδες πόθεν τὸ ἐξαίρετον δείκνυσι τοῦ χαρί- σματος τούτου, ἀπὸ τοῦ κοινῇ συμφέροντος, καὶ πῶς πανταχοῦ τοῦτο προτιμᾷ τὸ εἰς τὴν τῶν πολλῶν ὠφέλειαν γινόμενον; Ἐκεῖνοι γὰρ οὐκ ἀνθρώποις 61.297 λαλοῦσιν, εἰπέ μοι; Ἀλλ' οὐ τοιαύτην οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. Ὥστε τὸ μὲν ὑπὸ τοῦ Πνεύματος κατέχεσθαι, ἀμφοτέροις κοινὸν, καὶ τῷ προφητεύοντι καὶ τῷ γλώσσαις λαλοῦντι· τούτῳ δὲ αὐτὸς, ὁ προφητεύων λέγω, πλεονεκτεῖ, τῷ καὶ χρήσιμος εἶναι τοῖς ἀκούουσι. Τῶν γὰρ γλώσσαις λαλούντων οὐκ ἤκουον οἱ τὸ χάρισμα οὐκ ἔχοντες. Τί οὖν; οὐδένα ᾠκοδό- μουν ἐκεῖνοι; Ναὶ, φησὶν, ἑαυτοὺς μόνους· διὸ καὶ ἐπήγαγεν, Ὁ λαλῶν γλώσσῃ, ἑαυτὸν οἰκοδομεῖ. Καὶ πῶς, εἰ μὴ οἶδεν ἃ λέγει; Ἀλλὰ τέως περὶ τῶν εἰδότων ἃ λέγουσι διαλέγεται, εἰδότων μὲν αὐτῶν, οὐκ ἐπισταμένων δὲ εἰς ἑτέρους ἐξενεγκεῖν. Ὁ δὲ προφητεύων, Ἐκκλησίαν οἰκοδομεῖ. Ὅσον δὲ τὸ μέσον ἑνὸς καὶ Ἐκκλησίας, τοσοῦτον τὸ διάφορον τούτου κἀκείνου. Εἶδες αὐτοῦ τὴν σοφίαν, πῶς οὐκ εἰς τὸ μηδὲν ἐξωθεῖ τὸ χάρισμα, ἀλλὰ δείκνυσιν ἔχον μὲν κέρδος, μικρὸν δὲ καὶ ὅσον τῷ κεκτημένῳ μόνον ἀρκέσαι; Εἶτα ἵνα μὴ νομίσωσιν, ὅτι βασκαίνων αὐ- τοῖς καθαιρεῖ τὰς γλώσσας (καὶ γὰρ οἱ πλείους εἶχον τὸ χάρισμα τοῦτο), διορθούμενος αὐτῶν τὴν ὑπόνοιάν φησι· Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε. Μείζων γὰρ ὁ προ- φητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ δι- ερμηνεύει, ἵνα ἡ Ἐκκλησία οἰκοδομὴν λάβῃ. Τὸ δὲ μᾶλλον καὶ μεῖζον οὐ τῶν ἐναντίων ἐστὶν, ἀλλὰ τῶν ὑπερεχόντων. βʹ. Ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ διαβάλλει τὸ χά- ρισμα, ἀλλ' ἐπὶ τὰ βελτίονα αὐτοὺς ἄγει, τήν τε περὶ αὐτοὺς κηδεμονίαν, καὶ τὴν φθόνου παντὸς ἀπηλλα- γμένην ψυχὴν ἐπιδεικνύς. Οὐδὲ γὰρ εἶπε, ∆ύο ἢ τρεῖς, ἀλλὰ, Πάντας ὑμᾶς θέλω γλώσσαις λαλεῖν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ προφητεύειν· καὶ τοῦτο μᾶλ- λον, ἢ ἐκεῖνο· μείζων γὰρ ὁ προφητεύων. Ἐπειδὴ γὰρ κατεσκεύασε αὐτὸ καὶ ἀπέδειξε, τότε λοιπὸν καὶ ἀποφαίνεται, οὐ μὴν ἁπλῶς, ἀλλὰ μετὰ προσθήκης· ἐπήγαγε γὰρ, Ἐκτὸς εἰ μὴ διερμηνεύει· ὡς ἐὰν δύ- νηται τοῦτο, τὸ διερμηνεύειν λέγω, ἴσος γέγονε τῷ προφήτῃ, φησὶν, ἐπειδὴ πολλοὶ οἱ τὴν ὠφέλειαν καρ- πούμενοι· ὃ χρὴ μάλιστα παρατηρεῖν, πῶς διὰ πάν- των τοῦτο πρὸ τῶν ἄλλων ἐπιζητεῖ. Νυνὶ δὲ, ἀδελ- φοὶ,