229
τούτων. ἐν οἷς̣ νικᾷ δε´̣ τ̣ις, ἀναδέχεται κἂν σκυθρωπὰ ᾖν, κἂν ἀηδῆ. ἐλέχθη ὁ χοῦς ὅτι ἡ σωματικωτέρα̣ οὐσι´̣α ἐστίν. "ἐταπεινώθη" οὖν "ἡ ψυχὴ ἡμῶν" τῶν ταῦτα λεγόντων "εἰς τὸν χοῦν". "τὸ σῶμα τῆς ταπεινώσεως" περικείμεθα, ἀλλ' οὐκ ἐταπεινώθημεν ὑπ' αὐτοῦ. ὡς ἐάν τις, φέρε, πέδας λάβῃ παρὰ τυράννου τινός, δοκεῖ τεταπεινῶσθαι, ἀλλ' οὐκ ἐταπεινώθη· ἔχει γὰρ τὸ αὐτὸ α᾿̣νάστημα, ἔχει τὸ αὐτὸ γαῦρος. διὰ τοῦτο πτωχοί ἐσμεν καὶ θλιβόμεθα, ὅτι ἡ ψυχὴ ἡμῶν τὸ ἴδιον̣ ἀν̣άστημα τέως φανερὸν οὐκ ἔχει ταπεινωθεῖσα εἰς τὸν χοῦν καὶ "ἡ γαστὴρ ἡμῶν τῇ γῇ ἐκολλήθη". οὐ κατὰ ἀλήθειαν δὲ τοῦτο περὶ αὐτῶν λέγουσιν, ἀλλὰ περὶ τῶν μελῶν ἑαυτῶν, περὶ τοῦ λαοῦ ἑαυτῶν. διττῶς δὲ ἔστιν ταπεινωθῆναι τὴν γαστέρ̣α εἰς τὴν γῆν· ὅταν τις τὰ ἐπίγεια φρονῇ καὶ τὰ κάτω ζητῇ, οὐ γεννᾷ οὐράνια γεννήματα, οὐ γεννᾷ λογισμοὺς θεοσεβεῖς, ἀλλὰ ἀνθρώπινα πάντα· καὶ γίνεται μήτηρ ἡ ταῦτα λέγουσα ψυχή. "ὅτι ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν". κατὰ δὲ δεύτερον λόγον ἡ τρεφομένη τῷ ἄρτῳ τῷ οὐρανίῳ, ἡ λαμβάνουσα τὴν οὐράνιον τροφὴν γαστὴρ τῷ οὐρανῷ ἐκολλήθη. ὅσοι δὲ τὰς σάρκας του῀̣ δράκοντος ἐσθίουσιν καὶ τὴν αὐτὴν φέρονται τῷ ὄφει τροφὴν γῆν οὖσαν, κολληθεῖσαν ἔχουσιν τὴν γαστέρα τῇ γῇ. καὶ ὥσπερ ἐπὶ τῶν αἰσθητ̣ω῀̣ν λέγεται· "τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει̣", οὕτω καὶ ἡ κοιλία καὶ γαστὴρ τῆς ψυχῆς ὅταν μὴ οὐράνια τραφῇ, ὅταν μὴ συνλάβῃ ἀπὸ τοῦ θείου ἑαυτῆς νυμφίου, τῇ γῇ κεκολλημένην ἔχει τὴν γαστέρα. 27 ἀνάστα, κύριε, βοήθησον ἡμῖν καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου. 326 βοηθείας δεόμεθα, μὴ τὰ θλιβηρὰ ἐπὶ πολὺ παραμένοντα βλάψῃ ἡμῶν τὴν ψυχὴν τρεπτὴν οὖσαν. καὶ εἶτα, ἵνα μὴ δόξωσιν ἰδίᾳ δικαιοσύνῃ πεποιθότες λέγειν, λέγει· "ἀνάστα, κύριε, βοήθησον ἡμῖν καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου". σοῦ χρηματίζομεν. διὰ τοῦτο ἐν τούτοις τοῖς ἀνιαροῖς γεγόναμεν, ὅτι σοῦ ἐσμεν, καὶ βοηθείας ἕνεκεν ἄλλων ἔπεμψας ἡμᾶς εἰς ταύτην τὴν κακοπραγίαν.
1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· τοῖς υἱοῖς Κόρε εἰς σύνεσιν· ᾠδὴ
ὑπὲρ τοῦ ἀγαπητοῦ. ἡ ἀλλοίωσις κίνησις καὶ μεταβολή τι´̣ς̣ ἐστιν κατὰ ποιότητα. οὐ πᾶσα κίνησις καὶ μεταβολὴ ἀλλοίωσίς ἐστιν. ἔστιν γὰρ κατὰ γένεσιν μεταβληθῆναι. λέγω γοῦν τὸ ᾠὸν γίνεσθαι ὄρνεον καὶ τὸν κόκκον τοῦ σίτου στάχ̣υν. αὕτη ἡ κίνησις καὶ ἡ μεταβολὴ κατὰ γένεσίν ἐστιν. ἔστιν δὲ ἄλλη κατὰ φθορὰν γινομένη· ὁ´̣ταν φθαρῇ τὸ τοῦ ἀνθρώπου σῶμα καὶ ἀναλυθῇ εἰς ἰχῶρας καὶ σκώληκας καὶ τὰ παραπλήσια, οὐ λέγεται ἠλλοιω῀̣σθαι, ἀλλ' ἐφθάρθαι. καὶ ἔστιν καὶ ἄλλη κίνησις καὶ μεταβολὴ κατὰ αὔξησιν, ὅταν προσθήκην τοῦ προλαβόντος ποσοῦ γίνηται· ὅταν γὰρ ἐξ ἐλάττονος εἰς μεῖζον μέγεθος ἐπειχθῶ, λέγομαι ηὐξῆσθαι, με̣μειῶσθαι δὲ ὅταν συνσταλῇ τὸ ποσὸν καὶ ἐλάττω γένηται. ἡ ἀλλοίωσις οὖν κίνησίς ἐστιν κ̣ατὰ ποιότητα, οἷον ἐκ νόσου εἰς ὑγίειαν καὶ ἐξ ὑγείας εἰς νόσον, ἐξ ἀγνοίας εἰς ἐπιστήμην καὶ ἔνπαλιν, ἐξ ἀπιστίας εἰς πίστιν. "εἰς τὸ τέλος" οὖν, "ὑπὲρ τῶν ἀλλοιωθησομένων". τὰ περὶ τέλους πολλάκις διεξεληλύθαμεν, ὅτι τὸ μετὰ πάντα ἐστίν, τὸ ἔσχατον ὀρεκ̣τόν. ἐστὶν τοίνυν "εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων". ὅταν ἡ ἀλλοίωσις ἐπίτασιν τοσαύτ̣ην σχῇ ὥστε μηκέτι δυνατὸν εἶναι περαιτέρω αὐτὴν ἐπιταθῆναι, ἐν τῷ τέλει τῶν πραγμ̣άτ̣ων, ὅτε "ὁ θεὸς πάντα ἐν πᾶσιν" γίνεται, οὐκέτι οἷόν τε ἐπεκταθῆναι τὴν ποιότητα̣. πᾶσα ἐπιστήμη καὶ πᾶσα ἀρετὴ ποιότης ἐστίν. ἔστιν οὖν ἄρξασθαι ἀρετῆς καὶ προκόπτειν ἐν ταύτῃ, καὶ ἀεὶ δυνατόν ἐστιν προσλαμβάνειν τῇ ἤδη ὑπαρξάσῃ. ὅταν δὲ τελείως τις τὴν ἀρετὴν ἔχῃ ὡς μηδὲν ἐνλείπειν αὐτῷ, εἰς τὸ τέλος ἠλλοιώθη. ὁμοίως καὶ ἐπὶ ἐπιστήμης καὶ σοφίας τὸ