232
μὴ ἐθελήσει καθυφεῖναί τι τῆς πρὸς τὴν βασιλείαν ὑμῶν δυσμενείας μηδὲ ἀπολύει τῆς χειρὸς αὐτοῦ τὰς πόλεις τῆς ὑμετέρας βασιλείας. Ἐπὰν δὲ καὶ θέλοντος αὐτοῦ ἢ καὶ μὴ θέλοντος ἀναρρυσθῶσιν αἱ πόλεις, αὐτὸς μὲν ἵνα δεσπόζω τῇ ἀντιλήψει τοῦ κράτους ὑμῶν τὰ διὰ χρυσοβούλλου λόγου δεδωρημένα μοι, ἃ καὶ ῥητῶς ἐξαριθμηθήσεται. Αἱ δὲ πόλεις ἐκεῖναι μετὰ τῆς ἐν Συρίᾳ Λαοδικείας, καὶ ὅσαι εἰσὶν ἐκτὸς τῶν δεδωρημένων ἐμοί, τῷ σκήπτρῳ ὑμῶν προσαρμόζωνται. Ἀλλ' οὐδὲ τοὺς τῆς βασιλείας ὑμῶν φυγάδας προσδέξομαί ποτε, ἀλλὰ παλιμπορεύτους ποιήσω καὶ ὑποτροπιάζειν πρὸς τὴν βασι λείαν ὑμῶν ἀναγκάσω. 13.12.13 Ἔτι καθυπισχνοῦμαι καὶ ταυτὶ πρὸς τοῖς ἄνωθεν εἰρημένοις βεβαιοτέρας τὰς συμφωνίας ποιούμενος. Συμφωνῶ γάρ, ἵνα ἐγγυητὰς ἀποδοίην ἐπὶ ταύταις ταῖς συμφωνίαις, ὥστε ἀπαραβάτους καὶ ἀπαρα θραύστους μένειν ἐς τὸ διηνεκές, τοὺς μέλλοντας ἀνθρώπους μου ἐμῷ δικαίῳ κατέχειν τὴν δεδομένην μοι χώραν παρὰ τῆς βασιλείας σου καὶ τὰς πόλεις καὶ τὰ πολίχνια, ἃ καὶ πρὸς ὄνομα ἐκτεθήσεται. Παρασκευάσω γὰρ καὶ τούτους ὀμόσαι τὰ φρικωδέστατα, ὡς ἂν καὶ οὗτοι φυλάττωσι πίστιν ὀρθὴν πρὸς τὸ ὑμέτερον κράτος καὶ ὁπόσην ὁ τῶν Ῥωμαίων κοσμεῖ θεσμὸς καὶ πάντα τὰ ἐν τῇ παρούσῃ συμφωνίᾳ ἐγγεγραμμένα στέργωσιν ἀκριβέστατα. Καὶ ὁρκιῶ τούτους εἰς τὰς ἐπουρανίους δυνάμεις καὶ τὴν ἄστεκτον ὀργὴν τοῦ Θεοῦ, ὡς εἴ ποτε βουλευσαίμην κατὰ τῆς βασιλείας ὑμῶν, ὃ μὴ γένοιτο, μὴ ὦ σῶτερ, μὴ ὦ δίκη Θεοῦ, πάντα τρόπον ἐκεῖνοι σπουδάζωσι πρῶτον μὲν διὰ τεσσαρακονθημέρου τινὸς διαστήματος ἐπαναγαγεῖν με εἰς τὴν πίστιν τῆς βασι λείας ὑμῶν καθάπαξ τραχηλιάσαντα. Τοῦτο δ' ἂν γένοιτο, εἰ καὶ γενέσθαι παραχωρηθείη, μανίας ἄντικρυς καὶ λύττης καταλαβούσης ἐμὲ ἢ ὅταν δηλονότι τὰς φρένας ἐλαύνωμαι. Εἰ δ' ἀνοήτως ἔχω καὶ ἀστεμφῶς πρὸς τὰς παραινέσεις ἐκείνων καὶ λάβρως ἐπαιγίζει τὰ τῆς λύττης τὴν ψυχὴν τὴν ἐμήν, ἀλλὰ τότε γε ἐξομόσονται μὲν ἐμὲ καὶ πάντα τρόπον ἀποπροσποιήσονται, μεταθῶνται δὲ πρὸς τὸ ὑμέτε ρον κράτος καὶ χεῖρα καὶ γνώμην, καὶ τὰς χώρας, ἃς ἐμῷ δικαίῳ κατέχουσιν, ἀποσπάσοντες τῆς ἐμῆς ἐξουσίας ὑμῖν καὶ τῷ μέρει τῷ ὑμετέρῳ παραδοῖεν. 13.12.14 Ταῦτα δὲ ἐνω μότως ποιεῖν καταναγκασθήσονται καὶ τὴν αὐτὴν φυλά ξουσι πίστιν καὶ δουλείαν καὶ εὔνοιαν πρὸς ὑμᾶς, ἣν κἀγὼ συμπεφώνηκα, καὶ ὑπὲρ τῆς ὑμετέρας ζωῆς καὶ τῆς ἐπι γείου τιμῆς ἀροῦνται τὰ ὅπλα, ἀλλὰ καὶ ὑπὲρ τῶν ὑμετέρων βασιλικῶν μερῶν καὶ μελῶν, ὡς μή τι πάθοιεν παρά τινος ἐχθροῦ, πολεμησείοντες οὐκ ἀνήσουσιν, εἴ γε τέως εἰς αἴσθησιν ἔλθοιεν τῶν ἐπιβούλων καὶ σφαλερῶν. Ταῦτα ἐπόμνυμι καὶ διαμαρτύρομαι καὶ Θεὸν καὶ ἀνθρώπους καὶ τοὺς ὑπερτάτους ἀγγέλους, ὡς ἄρα καταναγκάσω φρικα λέοις ὅρκοις αὐτοὺς κατειληφὼς ποιεῖν τε καὶ πράττειν εἰς δύναμιν. Ὣς δὲ καὶ ὑπὲρ τῶν κάστρων τῶν ὑμετέρων καὶ τῶν πόλεων καὶ χωρῶν καὶ ἁπλῶς τῶν ὅλων μερῶν τῶν ὑπὸ τὴν βασιλείαν ὑμῶν, ὅσα ἡ δύσις ἔχει, ὅσα ἡ ἀνατολὴ περιέχει, ἐνόρκως τὰ αὐτὰ συμφωνήσουσιν ἃ κἀγὼ πρὸς ὑμᾶς συμπεφώνηκα. Καὶ ταῦτα ποιήσουσι καὶ ζῶντος ἐμοῦ καὶ ἀποτεθνηκότος· καὶ ἕξει καὶ τούτους τὸ κράτος ὑμῶν ἀνθρώπους ὑποχειρίους καὶ χρήσει τούτοις ὅσα καὶ ὑπηρέ ταις πιστοῖς. 13.12.15 Καὶ ὅσοι μὲν ἐνταυθοῖ τυγχάνουσι συνεπιδημοῦντες ἐμοί, αὐτίκα καὶ τὰς ἐνόρκους πίστεις καὶ τὰς συμφωνίας δώσουσι πρὸς ὑμᾶς τοὺς σεβαστούς, τόν τε κύριον Ἀλέξιον καὶ αὐτοκράτορα τῶν Ῥωμαίων καὶ τὸν πορφυρογέννητον βασιλέα καὶ σὸν υἱόν· ὅσοι δὲ ἀπῶσι τῶν ἐμῶν ἱππέων καὶ ὁπλιτῶν, οὓς καβαλλαρίους συνήθως καλοῦμεν, ἀποστειλάσης ἄνθρωπον τῆς βασιλείας σου κατὰ τὴν Ἀντιόχειαν πόλιν, ἐκεῖ τοὺς αὐτοὺς ὅρκους ἀποτελέ σουσι κἀκεῖνοι, ὁρκιοῦντος μὲν αὐτοὺς τοῦ ἀνθρώπου τῆς βασιλείας σου, ἐμοῦ δέ, ἐπόμνυμι τοῦτο, παρασκευάσοντος ὀμόσαι τοὺς ἄνδρας καὶ συμφωνῆσαι τὰ αὐτά τε καὶ ἀπα ράλλακτα. Προσέτι συμφωνῶ καὶ