εἴλω βαρυτόνου καὶ τοῦ εἰλῶ περισπωμένου. Φησὶ γὰρ ὅτι ἔπληθε τὸ ῥηθὲν διάστημα ἀνδρῶν εἰλομένων, εἴλει δὲ 2.567 Ἕκτωρ, ὃν καὶ ἀτάλαντον Ἄρηϊ λέγει, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν. (ῃ. 218-27) Ὁπηνίκα καὶ ἐνέπρησεν ἂν πυρὶ κηλέῳ νῆας ἐΐσας, εἰ μὴ θεὸς ἐπὶ φρεσὶν ἔθηκε τῷ βασιλεῖ, αὐτῷ ποιπνύσαντι, τουτέστι πονήσαντι, θοῶς ὀτρῦναι Ἀχαιούς, ὃς «πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ στῆ ἐπ' Ὀδυσσέως μεγακήτεϊ νηῒ μελαίνῃ, ἣ δὴ ἐν μεσσάτῳ ἔσκε, γεγωνέμεν ἀμφοτέρωσε», ἤγουν, κατὰ τὸν ποιητήν, ἐπὶ τὰς Αἴαντος καὶ Ἀχιλλέως κλισίας. «ἤϋσε δὲ διαπρύσιον ∆αναοῖσι γεγωνώς» τὰ ῥηθησόμενα. (ῃ. 221) ∆ίδωσι δὲ πορφύρεον Ὅμηρος φᾶρος τῷ Ἀγαμέμνονι ὡς βασιλεῖ. Ὃ καὶ ἔχων ἐκεῖνος ἐπιστρέφει οὕτω τοὺς θεατὰς Ἀχαιούς, καθὰ καὶ ἀλλαχοῦ παρεσημάνθη, τῷ παραδόξῳ τῆς θέας, κατασείων αὐτὸ καὶ οὕτω κατασιγάζων τὸν ὄχλον, ὡς ἐξακούεσθαι. Μέγα δὲ τὸ τοιοῦτον φᾶρος, δηλοῦν κατὰ τρόπον ποιητικοῦ συλλογισμοῦ, ὡς μέγας καὶ ὁ φορῶν καὶ εὐμήκης, καθὰ καὶ ἡ ἐν τοῖς ἑξῆς ἀπὸ αἰγίλιπος πέτρας καταρρέουσα κρήνη παραβολικῶς παριστᾷ. Ἐνταῦθα δὲ καὶ τὸ «χειρὶ παχείῃ» καιρίως λεχθὲν ἀνάπαλιν ἐπὶ γυναικὸς ἔχει κατεχούσης κληῗδα χειρὶ παχείῃ, ὡς καὶ προδεδήλωται. (ῃ. 217) Τὸ δὲ κήλεον πῦρ, ὅ ἐστι καυστικόν, παρὰ τὸ κῆαι κατὰ τὸ δαιδάλεον καὶ τὸ τέλεον παρῆκται. αὐτά τε γὰρ ἐκ τοῦ δαιδάλειον καὶ τέλειόν εἰσι, καὶ αὐτὸ ἐκ τοῦ κήλειον. (ῃ. 219) Τοῦ δὲ ποιπνύειν, ὃ πολλαχοῦ κεῖται, ἀρχὴ τὸ πονῶ πονύω, τουτέστιν ἐνεργῶ. καὶ ἔπαθε συγκοπὴν καὶ ἀναδιπλασιασμὸν καὶ ἐπένθεσιν τοῦ ˉι, καθά φασιν οἱ παλαιοί. [Ἰστέον δὲ ὅτι τοῦ ἀναδιπλασιασμοῦ ἀφαιρεθέντος, ἤγουν τῆς ˉπˉοˉι συλλαβῆς, τὸ πνύσαντι σύστοιχόν ἐστι τῷ πεπνυμένος, ὡς ἀπὸ θέματος τοῦ πνύω.] (ῃ. 222) Τὸ δὲ «μεγακήτεϊ» τὴν μεγάλην σημαίνει, ὡς τοῦ κήτους πολὺ δηλοῦντος μέγεθος, ἀφ' οὗ κατά τινας, εἰ καὶ πάνυ σμικροπρε 2.568 πῶς, ἀλλ' ὅμως καὶ Λακεδαίμων κητώεσσα. (ῃ. 223) Ἐν τῷ μέσῳ δὲ ἡ τοῦ Ὀδυσσέως ναῦς οὐ διὰ δειλίαν, ὡς οἱ ψέγοντες εἶπον, ἀλλ' ἵνα τῷ στρατῷ οἷον καρδία τις εἴη, ἐκ τοῦ μέσου πᾶσιν ἐπαρκοῦσα τῷ ζωογόνῳ τῆς φρονήσεως. ∆ιὸ καὶ ὁ βασιλεὺς ἐπ' αὐτῆς ἵσταται, ὥστε γεγωνεῖν ἀμφοτέρωσε, ἤγουν ἐξάκουστον βοᾶν. Ἐπὶ τοιούτου γὰρ σημαινομένου τὸ γεγωνέναι εἴωθε τίθεσθαι. Γνώω γάρ, φασί, τὸ νοῶ, οὗ μέσος παρακείμενος γέγνωα, καὶ μετα θέσει γέγωνα, τὸ γνωστῶς βοῶ, ἐξ οὗ τὸ γεγωνέναι καὶ ὁ γεγωνώς καὶ τὸ γεγώνω παρὰ Σοφοκλεῖ, οἷον «τί γεγώνω». Ὅτι δὲ καὶ γεγωνῶ περισπώμενον ῥῆμά ἐστιν, ἐξ οὗπερ οὐ μόνον τὸ γεγωνεῖν, ὅθεν τὸ γεγωνέμεν, ἀλλ' ἀναλόγως καὶ μετοχὴ ἄρρητος γεγωνηκώς καὶ ἐν συγκοπῇ δι' εὐφωνίαν γεγωνώς, ἥτις εὐφωνία ἐπραγματεύθη καὶ ἐν τῷ δέδοικα καὶ δεδοικώς ἐκ τοῦ δέδοιδα δεδοιδώς, πολλαχοῦ φαίνεται. Τὸ δὲ «ἐν μεσσάτῳ», οὗ πρωτότυπον ὁ μέσος, ὡς ὁ τρίτος τοῦ τρίτατος, μεσαιτάτῳ λέγουσιν οἱ μεθ' Ὅμηρον Ἀττικῶς. (ῃ. 227) ∆ιαπρύσιον δὲ ἢ τὸ φανερὸν καὶ διάδηλον, ὡς ἐκ τοῦ πυρσοῦ, ἤγουν φανοῦ, κατὰ μετάθεσιν τοῦ ˉρ, ἢ τὸ εἰς μακρὸν διῆκον καὶ διαπεράσιμον, ἐκ 2.569 τοῦ περῶ περύω περύσω κατὰ συγκοπήν. ∆ῆλον δὲ ὅτι εὐρυβόας ἦν ὁ οὕτω βοῶν διαπρύσιον. (ῃ. 224-6) Ἰστέον δὲ καὶ ὅτι Αἴας καὶ Ἀχιλλεύς, ὡς καὶ ἀλλαχόθεν δῆλόν ἐστι, «ἔσχατα», τουτέστιν ἐν τοῖς ἐσχάτοις καὶ ἄκροις μέρεσι τοῦ ναυστάθμου, «νῆας ἐΐσας εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν», κἀντεῦθεν μὴ δεδιότες ὡς ἀφύλακτοι τὰ ἐκ τῆς λείας κακά. (ῃ. 226) Ὅτι δὲ ὕπεστιν ἄρρητος εὐθεῖα ἤνωρ ἤνορος, ὅθεν καὶ ἠνόρειος κτητικόν, ἐξ οὗ ἠνορέη, ἡ ἀνδρία, καὶ ὅτι Συρακουσία λέξις ὁ πίσυνος ἐκ τοῦ πείθω πείσω γινομένη, καὶ ἐν ἄλλοις δηλοῦται. Ἀναλογία δὲ τοῦ πίσυνος κατὰ τὸ δεσπόσυνος, θάρσυνος. τοιαῦτα δέ τινα καὶ τὸ εὐφρόσυνος, καὶ παρὰ τῇ τραγῳδίᾳ τὸ «ποὺς κηδόσυνος». (ῃ. 228-35) Ὅτι ἡ ῥηθεῖσα τοῦ βασιλέως ἐνταῦθα διαπρύσιος δημηγορία τοιαύτη ἐστὶν «αἰδώς, Ἀργεῖοι, κάκ' ἐλέγχεα, εἶδος ἀγητοί, πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι, ἃς ὁπότ' ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε, ἔσθοντες κρέα πολλὰ βοῶν» τῶν, ὡς