234
τοῦ στόματος ἐβουλόμην τὴν κόνιν ἰδεῖν, δι' οὗ τὰ μεγάλα καὶ ἀπόῤῥητα ὁ Χριστὸς ἐλάλησε, καὶ μείζονα ἢ δι' ἑαυτοῦ· ὥσπερ γὰρ εἰργάσατο μείζονα διὰ τῶν μαθητῶν, οὕτω καὶ ἐφθέγξατο· δι' οὗ τὸ Πνεῦμα τῇ οἰκουμένῃ τοὺς θαυμαστοὺς ἐκείνους χρησμοὺς ἔδωκε. Τί γὰρ οὐκ εἰργάσατο ἐκεῖνο τὸ στόμα ἀγαθόν; ∆αίμονας ἤλασεν, ἁμαρτήματα ἔλυσε, τυράννους ἐπεστόμισε, φιλοσόφων γλώττας ἐνέφραξε, τὴν οἰκουμένην τῷ Θεῷ προσήγαγε, βαρβάρους φιλοσοφεῖν ἔπεισε, πάντα μετεῤῥύθμισε τὰ ἐν τῇ γῇ· καὶ τὰ ἐν οὐρανοῖς δὲ, ὃν ἐβούλετο, διετίθει τρόπον, δεσμῶν οὓς ἐβούλετο, καὶ λύων ἐκεῖ κατὰ τὴν δεδομένην ἐξουσίαν αὐτῷ. Οὐ τοῦ στόματος δὲ μόνον, ἀλλὰ καὶ τῆς καρδίας ἐκείνης ἐβουλόμην τὴν κόνιν ἰδεῖν, ἣν οὐκ ἄν τις ἁμάρτοι καρδίαν τῆς οἰκουμένης εἰπὼν, καὶ τῶν μυρίων ἀγαθῶν πηγὴν, καὶ ἀρχὴν καὶ στοιχεῖον τῆς ἡμετέρας ζωῆς. Τὸ γὰρ πνεῦμα τῆς ζωῆς ἐκεῖθεν εἰς ἅπαντα ἐχορηγεῖτο, καὶ τοῖς μέλεσι τοῦ Χριστοῦ διεδίδοτο, οὐ δι' ἀρτηρίας ἐκπεμπόμενον, ἀλλὰ διὰ προαιρέσεως ἀγαθῶν. Αὕτη οὕτω πλατεῖα ἡ καρδία ἦν, ὡς καὶ πόλεις ὁλοκλήρους δέχεσθαι καὶ δήμους καὶ ἔθνη· Ἡ καρδία γάρ μου, φησὶ, πεπλάτυνται. Ἀλλ' ὅμως τὴν οὕτω πλατεῖαν συνέσχε πολλάκις καὶ ἔθλιψεν ἡ εὐρύνουσα αὐτὴν ἀγάπη· Ἐκ γὰρ πολλῆς θλίψεως, φησὶ, καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν ταύτην. Καὶ διαλελυμένην ἐπεθύμουν ἰδεῖν τὴν πυρουμένην καθ' ἕκαστον τῶν ἀπολλυμένων, τὴν ὠδίνουσαν ἐκ δευτέρου τὰ ἐξαμβλούμενα τῶν παίδων, τὴν τὸν Θεὸν ὁρῶσαν (Οἱ γὰρ καθαροὶ τῇ καρδίᾳ, φησὶ, τὸν Θεὸν ὄψονται)· τὴν θυσίαν γεγενημένην (Θυσία γὰρ τῷ Θεῷ, πνεῦμα συντετριμμένον)· τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, εὐρυτέραν τῆς οἰκουμένης, 60.680 τὴν τῆς ἀκτῖνος φαιδροτέραν, τὴν τοῦ πυρὸς θερμοτέραν, τὴν τοῦ ἀδάμαντος στεῤῥοτέραν, τὴν τοὺς ποταμοὺς ἀφιεῖσαν· Ποταμοὶ γὰρ, φησὶν, ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· ἔνθα ἦν ἡ πηγὴ ἡ ἁλλομένη, καὶ ποτίζουσα οὐ τὸ πρόσωπον τῆς γῆς, ἀλλὰ τὰς ψυχὰς τῶν ἀνθρώπων· ὅθεν οὐ ποταμοὶ μόνον, ἀλλὰ καὶ πηγαὶ δακρύων ἐξῄεσαν καὶ νύκτωρ καὶ μεθ' ἡμέραν· τὴν καινὴν ζήσασαν ζωὴν, οὐ ταύτην τὴν ἡμετέραν (Ζῶ γὰρ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ, φησὶν, ὁ Χριστός. Ἄρα ἐκείνου καρδία ἦν ἡ Παύλου καρδία, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου πλὰξ, καὶ βιβλίον τῆς χάριτος)· τὴν τρέμουσαν μὲν ὑπὲρ τῶν ἀλλοτρίων ἁμαρτημάτων (Φοβοῦμαι γὰρ, φησὶ, μή πως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς, Μή πως ὁ ὄφις Εὔαν ἠπάτησε, Μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς)· ὑπὲρ δὲ ἑαυτῆς καὶ δεδοικυῖαν καὶ θαῤῥοῦσαν (Φοβοῦμαι γὰρ, φησὶ, Μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι· καὶ, Πέπεισμαι γὰρ, ὅτι οὔτε ἄγγελοι οὔτε ἀρχαὶ δυνήσονται ἡμᾶς χωρίσαι), τὴν καταξιωθεῖσαν φιλῆσαι Χριστὸν, ὡς οὐδεὶς ἄλλος ἐφίλησε, τὴν θανάτου καὶ γεέννης καταφρονήσασαν, καὶ ὑπὸ δακρύων ἀδελφικῶν συντριβομένην (Τί γὰρ ποιεῖτε, φησὶ, κλαίοντες καὶ συντρίβοντές μου τὴν καρδίαν;), τὴν καρτερικωτάτην, καὶ οὐ στέγουσαν καιρὸν ὥρας ἀποστῆναι Θεσσαλονικέων. δʹ. Ἐβουλόμην τὴν κόνιν ἰδεῖν τῶν χειρῶν τῶν ἐν ἁλύσει, δι' ὧν τῆς ἐπιθέσεως τὸ Πνεῦμα ἐχορηγεῖτο, δι' ὧν ταῦτα τὰ γράμματα ἐγράφετο· Ἴδετε γὰρ πηλίκοις γράμμασιν ὑμῖν ἔγραψα τῇ ἐμῇ χειρί· καὶ πάλιν, Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, τῶν χειρῶν ἐκείνων, ἃς ἰδοῦσα ἡ ἔχις ἐξέπεσεν εἰς τὴν πυράν. Ἐβουλόμην τὴν κόνιν ἰδεῖν τῶν ὀφθαλμῶν τῶν πηρωθέντων καλῶς, τῶν ἀναβλεψάντων ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης, τῶν καὶ ἐν σώματι Χριστὸν ἰδεῖν καταξιωθέντων, τῶν ὁρώντων τὰ γήϊνα καὶ οὐχ ὁρώντων, τῶν βλεπόντων τὰ μὴ βλεπόμενα, τῶν μὴ εἰδότων ὕπνον, τῶν ἐν μέσαις ταῖς νυξὶν ἀγρυπνούντων, τῶν οὐ πασχόντων τὰ τῶν ὀφθαλμιώντων. Ἐβουλόμην καὶ τῶν ποδῶν ἰδεῖν ἐκείνων τὴν κόνιν τῶν περιδραμόντων τὴν οἰκουμένην, καὶ μὴ καμνόντων, τῶν ἐν ξύλῳ δεδεμένων, ἡνίκα τὸ δεσμωτήριον ἔσεισε, τῶν τὴν οἰκουμένην καὶ ἀοίκητον περιελθόντων, τῶν ὁδοιπορούντων πολλάκις. Καὶ τί δεῖ κατὰ μέρος λέγειν; Ἐβουλόμην τὸν τάφον ἰδεῖν, ἔνθα τὰ ὅπλα τῆς δικαιοσύνης ἀπόκειται, τὰ ὅπλα τοῦ φωτὸς, τὰ μέλη τὰ νῦν ζῶντα, νενεκρωμένα