235
ἀπολαύουσιν. Ἔτι οὖν, εἰπέ μοι, στέρξομεν αὐτὸν τὸν οὕτω πολέμιον; Μὴ, παρακαλῶ, μὴ, ἀδελ- φοὶ, ἀλλὰ φεύγωμεν ἀμεταστρεπτί· κἂν εἰς χεῖρας ἔλθῃ τὰς ἡμετέρας, μὴ κατέχωμεν ἔνδον, ἀλλὰ δή- σωμεν αὐτὸν ταῖς τῶν πενήτων χερσί. Ταῦτα γὰρ αὐτὸν δύναται μᾶλλον τὰ δεσμὰ κατέχειν, καὶ ἐκ τῶν ταμιείων ἐκείνων οὐδέποτε διαφεύξεται, καὶ ὁ ἄπι- στος οὗτος μένει λοιπὸν πιστὸς, χειροήθης, ἥμερος, τῇ τῆς ἐλεημοσύνης δεξιᾷ ταῦτα γενόμενος. Ἂν μὲν οὖν παραγένηταί ποτε ἡμῖν, ταύτῃ παραδῶμεν αὐ- τόν· ἂν δὲ μὴ παραγένηται, μὴ ζητῶμεν, μηδὲ ἄγ- χωμεν ἑαυτοὺς, μηδὲ τοὺς ἔχοντας μακαρίζωμεν. Ποῖος γὰρ οὗτος μακαρισμός; πλὴν εἰ μὴ καὶ τοὺς θηριομάχους ζηλωτοὺς εἶναι φαίης, ὅτι τὰ πολυτί- μητα ἐκεῖνα θηρία κατακλείσαντες ἑαυτοῖς φυλάτ- τουσιν οἱ τοὺς τοιούτους τιθέντες ἀγῶνας, αὐτοὶ μέντοι οὐ προσελθεῖν, οὐχ ἅψασθαι τολμῶντες, ἀλλ' ἀγω- νιῶντες αὐτὰ καὶ τρέμοντες. Τοιοῦτον γάρ τι καὶ οἱ πλουτοῦντες πάσχουσιν, ὥσπερ θηρίον ἀπηνὲς ἐν τοῖς ταμιείοις κατακλείσαντες τὸν πλοῦτον, καὶ καθ' ἑκάστην παρ' αὐτοῦ τὴν ἡμέραν μυρία δεχόμε- νοι τὰ τραύματα, ἀπεναντίας τοῖς θηρίοις. Ἐκεῖνα μὲν γὰρ ὅταν ἐξαγάγῃς, τότε λυμαίνεται τοῖς ἀπαν- τῶσιν· οὗτος δὲ ὅταν συγκεκλεισμένος ᾖ καὶ φυλατ- τόμενος, τότε ἀπόλλυσι τοὺς κεκτημένους αὐτὸν καὶ φυλάττοντας. Ἀλλ' ἡμεῖς τὸ θηρίον τοῦτο ποιήσωμεν ἥμερον. Ἔσται δὲ ἥμερον, ἂν μὴ κατακλείωμεν αὐτὸ, ἀλλὰ ταῖς ἁπάντων τῶν δεομένων προσάγωμεν χερ- σίν. Οὕτω καὶ τὰ μέγιστα ἐντεῦθεν καρπωσόμεθα ἀγαθὰ, καὶ ἐν τῷ παρόντι βίῳ μετὰ ἀσφαλείας καὶ χρηστῆς ζῶντες ἐλπίδος, καὶ κατὰ τὴν μέλλουσαν ἡμέραν μετὰ παῤῥησίας ἱστάμενοι· ἧς γένοιτο πάν- τας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
ΟΜΙΛΙΑ Λʹ.
Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ
φρεσὶ τέλειοι γίνεσθε. αʹ. Εἰκότως μετὰ τὴν πολλὴν κατασκευὴν καὶ τὴν ἀπόδειξιν, σφοδρότερον κέχρηται τῷ λόγῳ, καὶ πολλῇ τῇ ἐπιτιμήσει, καὶ παραδείγματος μέμνηται καταλ- λήλου τῷ ὑποκειμένῳ. Καὶ γὰρ τὰ παιδία πρὸς μὲν τὰ μικρὰ κέχηνε καὶ ἐπτόηται, τῶν δὲ σφόδρα με- γάλων οὐ τοσοῦτον ἔχει θαῦμα. Ἐπεὶ οὖν καὶ οὗτοι γλωσσῶν ἔχοντες χάρισμα, τὸ πᾶν ἔχειν ἐνόμιζον, ὅπερ τῶν ἄλλων ἔσχατον ἦν, διὰ τοῦτό φησι, Μὴ παιδία γίνεσθε, τουτέστι, μὴ ἀνόητοι, ἔνθα συν- ετοὺς εἶναι χρὴ, ἀλλ' ἐκεῖ νήπιοι καὶ ἀφελεῖς, ἔνθα ἀδικία, ἔνθα κενοδοξία, ἔνθα φύσημα· τὸν γὰρ τῇ κακίᾳ νηπιάζοντα καὶ φρόνιμον εἶναι δεῖ. Ὥσπερ γὰρ φρόνησις μετὰ κακουργίας οὐκ ἂν εἴη φρόνησις, οὕτω καὶ ἀφέλεια μετὰ ἀνοίας οὐκ ἂν εἴη ἀφέ- λεια. Καὶ γὰρ ἐν τῇ ἀφελείᾳ καὶ τὴν ἄνοιαν φεύγειν 61.306 δεῖ, καὶ ἐν τῇ φρονήσει τὴν πονηρίαν. Καθάπερ γὰρ οὔτε τὰ πικρὰ φάρμακα πέρα τοῦ δέοντος, οὔτε τὰ γλυκέα ὀνίνησιν, οὕτως οὐδὲ ἀφέλεια καθ' ἑαυτὴν, οὐδὲ φρόνησις. ∆ιόπερ ἀμφότερα κατακεράσαι κε- λεύων ὁ Χριστὸς ἔλεγε, Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Τί δέ ἐστι νήπιον εἶναι κακίᾳ; Τὸ μηδὲ εἰδέναι τί ποτέ ἐστι κακία· τοιούτους γὰρ αὐτοὺς εἶναι ἐβούλετο. ∆ιὸ καὶ ἔλεγεν, Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία. Οὐκ εἶπε, Τολμᾶται, ἀλλ', Ἀκούεται. Ἴστε γὰρ ὅλως τὸ πρᾶγμα, φησίν· ἠκούσατε γὰρ αὐτό ποτε. Καὶ γὰρ ἐβούλετο καὶ ἄνδρας αὐτοὺς εἶναι καὶ παῖδας, ἀλλὰ τὸ μὲν ἐν τῇ κακίᾳ, τὸ δὲ ἐν τῇ φρονήσει. Οὕτω γὰρ καὶ ὁ ἀνὴρ γένοιτ' ἂν ἀνὴρ, ἐὰν καὶ παιδίον ᾖ· ἕως δὲ ἂν μὴ παιδίον ᾖ τῇ πονηρίᾳ, οὐδὲ ἀνὴρ ἔσται. Ὁ γὰρ κακοῦργος οὐκ ἔσται τέλειος, ἀλλ' ἀνόητος. Ἐν τῷ γὰρ νόμῳ γέγραπται, ὅτι ἐν ἑτερογλώσσοις, καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, 61.307 καὶ οὐδ' οὕτως εἰσακούσονταί μου, λέγει Κύριος. Καίτοι γε οὐδαμοῦ ἐν τῷ νόμῳ γέγραπται, ἀλλ', ὅπερ ἔφθην εἰπὼν, πᾶσαν τὴν Παλαιὰν ἀεὶ νόμον καλεῖ καὶ τοὺς προφήτας καὶ τὰς ἱστορίας. Παράγει δὲ τὴν μαρτυρίαν ἀπὸ Ἡσαΐου τοῦ προφήτου, πάλιν ὑπο- τεμνόμενος τοῦ χαρίσματος τὴν