236
δόξαν, πρὸς τὸ ἐκεί- νων χρήσιμον· ἀλλ' ὅμως καὶ οὕτω μετ' ἐγκωμίου τίθησιν αὐτό. Τὸ γὰρ, Οὐδὲ οὕτω, δεικνύντος ἦν, ὅτι ἱκανὸν ἦν αὐτοὺς ἐκπλῆξαι τὸ θαῦμα· εἰ δὲ οὐκ ἐπείσθησαν, ἐκείνων τὸ ἔγκλημα. Καὶ τίνος ἕνεκεν αὐτὸ ἐποίησεν ὁ Θεὸς, εἰ μὴ ἔμελλον πείθεσθαι; Ἵνα τὰ αὐτοῦ πανταχοῦ φαίνηται ποιῶν. ∆είξας τοίνυν καὶ ἀπὸ τῆς προφητείας, ὅτι οὐ σφόδρα χρήσιμον τὸ σημεῖον, ἐπήγαγεν· Ὥστε αἱ γλῶσσαι εἰς ση- μεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπί- στοις· ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. Ἐὰν οὖν συνέλθῃ ἡ Ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν, ὅτι Μαίνεσθε; Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων· καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ ἀπ- αγγέλλων, ὅτι Θεὸς ὄντως ἐν ὑμῖν ἐστι. Πολλὴν ἐνταῦθα ἐκ τῶν εἰρημένων τὴν ἐπαπόρησιν ἴδοι τις ἄν. Εἰ γὰρ τοῖς ἀπίστοις σημεῖόν εἰσιν αἱ γλῶσσαι, πῶς λέγει, Ἐὰν ἴδωσιν ὑμᾶς γλώσσαις λαλοῦντας οἱ ἄπιστοι, ἐροῦσιν, ὅτι Μαίνεσθε; καὶ εἰ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσι, πῶς καὶ οἱ ἄπιστοι ἐξ αὐτῆς κερδανοῦσιν; Ἐὰν γὰρ εἰσέλθῃ, φησὶν, ἄπιστος προφητευόντων ὑμῶν, ἐλέγχεται ὑπὸ πάντων, καὶ ἀνακρίνεται. Οὐχ αὕτη δὲ μόνον, ἀλλὰ καὶ μετὰ ταύτην δευτέρα ἑτέρα ζήτησις ἐντεῦ- θεν φύεται· φανεῖται γὰρ ἡ γλῶττα πάλιν τῆς προ- φητείας μείζων. Εἰ γὰρ αἱ γλῶσσαι εἰς σημεῖον τοῖς ἀπίστοις, ἡ δὲ προφητεία τοῖς πιστοῖς, τὸ τοὺς ἀλλο- τρίους ἐφελκόμενον καὶ οἰκειοῦν, μεῖζον τοῦ ῥυθμίζοντος τοὺς οἰκείους. Τί οὖν ἐστι τὸ εἰρημέ- νον; Οὐδὲν δύσκολον οὐδὲ ἀσαφὲς οὐδὲ ἐναντίον τοῖς ἔμπροσθεν, ἀλλὰ καὶ σφόδρα συμβαῖνον, ἐὰν προσ- έχωμεν. Ἡ μὲν γὰρ προφητεία ἀμφοτέροις ἐπιτή- δειος, ἡ δὲ γλῶττα οὐκέτι. ∆ιόπερ εἰπὼν ἐπὶ τῆς γλώττης, Εἰς σημεῖόν ἐστι, προσέθηκεν, Οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις, καὶ τούτοις εἰς σημεῖον, τουτέστιν, εἰς ἔκπληξιν, οὐκ εἰς κατήχησιν τοσοῦτον. Ἀλλὰ καὶ ἐπὶ τῆς προφητείας, φησὶ, τὸ αὐτὸ τοῦτο ἐποίησεν, εἰπὼν, Ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. Οὐδὲ γὰρ χρείαν ἔχει ὁ πιστὸς σημεῖον ἰδεῖν, ἀλλὰ διδασκαλίας δεῖται μόνον καὶ κατηχήσεως. Πῶς οὖν σὺ λέγεις, φησὶν, ἀμφοτέροις χρήσιμον εἶναι τὴν προφητείαν, αὐτοῦ λέγοντος, Οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύου- σιν; Ἐὰν ἀκριβῶς ἐξετάσῃς, εἴσῃ τὸ λεγόμενον. Οὐδὲ γὰρ εἶπεν, ὅτι οὐκ ἔστι χρήσιμος ἡ προφητεία τοῖς ἀπίστοις, ἀλλ', Οὐκ ἔστιν εἰς σημεῖον, ὡς ἡ γλῶττα, ἀνωφελὲς δηλονότι. Οὐδὲ τοῖς ἀπίστοις τι χρήσιμον ἡ γλῶττα· ἓν γὰρ αὐτῆς ἐστι τὸ ἔργον, τὸ ἐκπλῆξαι μόνον καὶ θορυβῆσαι. Τὸ γὰρ σημεῖον τῶν μέσων ἐστίν· ὡς ὅταν λέγῃ, Ποίησον μετ' ἐμοῦ ση- μεῖον, καὶ προστίθησιν, εἰς ἀγαθόν· καὶ πάλιν, Ἐγενήθην ὡσεὶ τέρας τοῖς πολλοῖς, τουτέστιν, εἰς σημεῖον. βʹ. Καὶ ἵνα μάθῃς, ὅτι τὸ σημεῖον ἐνταῦθα οὐχ ὡς 61.308 πάντη χρήσιμόν τι ποιοῦν παρήγαγεν, ἐπήγαγε τὸ ἐξ αὐτοῦ γινόμενον. Τί δὲ ἦν τοῦτο; Ἐροῦσι, φη- σὶν, ὅτι Μαίνεσθε. Τοῦτο δὲ οὐ παρὰ τὴν τοῦ ση- μείου φύσιν, ἀλλὰ παρὰ τὴν ἄνοιαν ἐκείνων. Ἀπί- στους δὲ ὅταν ἀκούσῃς, μὴ τοὺς αὐτοὺς πανταχοῦ νόμιζε λέγεσθαι, ἀλλὰ ποτὲ μὲν τοὺς τὰ ἀνίατα νο- σοῦντας καὶ ἀδιορθώτους μένοντας, ποτὲ δὲ τοὺς καὶ μεταβαλέσθαι δυναμένους, οἷοι ἦσαν ἐπὶ τῶν ἀπο- στόλων οἱ θαυμάζοντες τὰ λεγόμενα τοῦ Θεοῦ μεγα- λεῖα· οἷοι ἐπὶ τοῦ Κορνηλίου. Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· ὅτι ἡ μὲν προφητεία καὶ ἐν τοῖς ἀπίστοις καὶ ἐν τοῖς πιστοῖς ἰσχύει· τὴν δὲ γλῶτταν ἀκούοντες οἱ ἄπιστοι καὶ ἀνόητοι, οὐ μόνον οὐ κερδαίνουσιν, ἀλλὰ καὶ καταγελῶσιν, ὡς μαινομένων, τῶν φθεγγομένων. Καὶ γὰρ εἰς σημεῖόν ἐστιν αὐτοῖς μόνον· τουτέστιν, εἰς τὸ ἐκπλήττεσθαι ἁπλῶς· ὡς οἵ γε νοῦν ἔχοντες καὶ ἐκέρδαινον, δι' ὃ ἐδόθη τὸ σημεῖον. Οὐ γὰρ μόνον οἱ μέθην αὐτῶν κατηγοροῦντες ἦσαν τότε, ἀλλὰ πολλοὶ καὶ ἐθαύμαζον αὐτοὺς, ὡς τὰ μεγαλεῖα τοῦ Θεοῦ διηγουμένους· ὥστε οἱ γελῶντες, οἱ ἀνόητοι ἦσαν. ∆ιὸ καὶ Παῦλος οὐχ ἁπλῶς εἶπεν, Ἐροῦσιν ὅτι Μαίνεσθε, ἀλλὰ προσέθηκεν, ἰδιῶται καὶ ἄπι-