238
τὸν βίον καὶ πάνυ ῥᾴδιον, ἐὰν τοὺς ἔνδοθεν ἐκ τῶν παθῶν ἐπανισταμέ νους ἡμῖν θορύβους κατασιγάσωμεν καὶ τῶν ἔξωθεν προσ πιπτόντων ὑψηλοτέραν τὴν γνώμην καταστησώμεθα. Καὶ γὰρ οὔτε ζημίαι οὔτε ἀρρωστίαι οὔτε αἱ λοιπαὶ δυσχέρειαι τοῦ βίου ἅψονται τοῦ σπουδαίου, ἕως ἂν ἔχῃ τὴν διάνοιαν Θεῷ συμπορευομένην καὶ τὸ μέλλον ἀποσκοποῦσαν καὶ τῆς χαμόθεν ἐγειρομένης ζάλης κούφως καὶ εὐσταλῶς ὑπεραί ρουσαν. Ἐπεὶ οἵ γε σφοδρῶς ταῖς τοῦ βίου μερίμναις κατειλημμένοι, οἷον ὄρνιθες πολύσαρκοι εἰκῆ τὸ πτερὸν ἔχοντες, κάτω που σύρονται μετὰ τῶν βοσκημάτων. Σὲ δὲ τοσοῦτον μὲν ὑπὸ τῶν πραγμάτων ἰδεῖν ἐπετράπημεν ὅσον οἱ ἐν πελάγει ἀλλήλους παραμειβόμενοι. Πλὴν ἀλλ', ἐπειδὴ καὶ ἐξ ὄνυχος ἔστιν ὅλον γνωρίσαι τὸν λέοντα, ἐκ βραχείας τῆς πείρας ἡγούμεθά σε ἱκανῶς ἐγνωκέναι. Ὅθεν καὶ μέγα ποιούμεθα τὸ ἐν λόγῳ σε τὸ καθ' ἡμᾶς τίθεσθαι καὶ μὴ ἀπεῖναί σου τῆς διανοίας, ἀλλὰ διηνεκῶς σοι συνεῖναι διὰ τῆς μνήμης. ∆εῖγμα δὲ μνήμης τὸ γράφειν· ὅπερ ὅσῳ ἂν συνεχέστερον ποιῇς, τοσούτῳ πλέον ἡμῖν χαριεῖ.
294.τ ΦΗΣΤΩ ΚΑΙ ΜΑΓΝΩ
294.1 Πρέπει μέν που καὶ πατράσι παίδων ἰδίων πρόνοια καὶ γεωργοῖς φυτῶν
ἢ σπερμάτων ἐπιμέλεια καὶ διδασκάλοις μαθητῶν φροντίς, μάλιστα ὅταν δι' εὐφυΐαν βελτίους ἐφ' ἑαυτοῖς ὑποφαίνουσι τὰς ἐλπίδας. Χαίρει γὰρ πόνῳ καὶ γεωργὸς ἁδρυνομένων αὐτῷ τῶν ἀσταχύων ἢ τῶν φυτῶν αὐξανομένων, εὐφραίνουσι δὲ καὶ μαθηταὶ διδασκάλους καὶ παῖδες πατέρας, οἱ μὲν πρὸς ἀρετήν, οἱ δὲ πρὸς αὔξησιν ἐπιδιδόντες. Ἡμεῖς δὲ τοσοῦτον μείζονα μὲν ἐφ' ὑμῖν ἔχομεν τὴν φροντίδα, κρείττονα δὲ τὴν ἐλπίδα, ὅσον εὐσέ βεια πάσης μὲν τέχνης, πάντων δὲ ζώων ὁμοῦ καὶ καρπῶν ἐστιν ἀμείνων, ἣν ἐν ἁπαλαῖς ἔτι καὶ καθαραῖς ταῖς ὑμετέ ραις ψυχαῖς ῥιζωθεῖσαν ὑφ' ἡμῶν καὶ τραφεῖσαν ἰδεῖν εὐχόμεθα καὶ προελθοῦσαν εἰς ἀκμὴν τελείαν καὶ εἰς καρ ποὺς ὡραίους, συλλαμβανομένης ἡμῶν ταῖς εὐχαῖς τῆς ὑμετέρας φιλομαθίας. Εὖ γὰρ ἴστε καὶ τὴν ἡμετέραν εἰς ὑμᾶς εὔνοιαν καὶ τὴν τοῦ Θεοῦ συνεργίαν ταῖς ὑμετέραις ἐναποκεῖσθαι γνώμαις, ὧν πρὸς τὸ δέον εὐθυνομένων, Θεός τε συνεργὸς καλούμενος παρέσται καὶ ἄκλητος καὶ πᾶς φιλόθεος ἄνθρωπος πρὸς διδασκαλίαν αὐτεπάγγελτος. Ἀνί κητος γὰρ ἡ προθυμία τῶν διδάσκειν τι χρήσιμον δυναμένων, ὅταν αἱ τῶν μανθανόντων ψυχαὶ πάσης καθαρεύωσιν ἀντι τυπίας. Οὐκοῦν οὐδὲ σώματος κωλύει χωρισμός, τοῦ δημιουργήσαντος ἡμᾶς δι' ὑπερβολὴν σοφίας καὶ φιλανθρω πίας μὴ συμπεριορίσαντος τοῖς σώμασι τὴν διάνοιαν μήτε μὴν τῇ γλώττῃ τῶν λόγων τὴν δύναμιν, δόντος δέ τι πλεῖον καὶ ἀπὸ τοῦ χρόνου τοῖς ὠφελεῖν δυναμένοις, ὡς μὴ μόνον τοῖς μακρὰν διεστηκόσιν, ἀλλὰ δὴ καὶ τοῖς λίαν ὀψιγόνοις παραπέμπειν δύνασθαι τὴν διδασκαλίαν. Καὶ τοῦτον ἡμῖν ἡ πεῖρα πιστοῦται τὸν λόγον, ἐπείπερ οἵ τε πολλοῖς πρότερον ἔτεσι γενόμενοι διδάσκουσι τοὺς νέους σωζομένης ἐν γράμ μασι τῆς διδασκαλίας, ἡμεῖς τε κεχωρισμένοι τοσοῦτον τοῖς σώμασι τῇ διανοίᾳ σύνεσμεν ἀεὶ καὶ προσομιλοῦμεν ῥᾳδίως τῆς διδασκαλίας οὔτε ὑπὸ γῆς οὔτε ὑπὸ θαλάσσης κωλυο μένης, εἴ τις ἔστιν ὑμῖν τῶν ἰδίων ψυχῶν φροντίς.
295.τ ΜΟΝΑΖΟΥΣΙ
295.1 Ἡγοῦμαι μὲν μηδεμιᾶς ἑτέρας ὑμᾶς τῇ τοῦ Θεοῦ χάριτι παρακλήσεως
δεῖσθαι μετὰ τοὺς λόγους οὓς δι' ἡμῶν αὐτῶν ἐποιησάμεθα πρὸς ὑμᾶς παρακαλοῦντες ὑμᾶς πάντας τὴν ἐπὶ τὸ αὐτὸ ζωὴν καταδέξασθαι εἰς μίμημα τῆς ἀποστολι κῆς πολιτείας, ὃ καὶ ἐδέξασθε ὡς ἀγαθὸν δίδαγμα καὶ ηὐχαριστήσατε δι'