239
νομοθετῶν τὸ πορεύεσθαι λέγει, ἀλλ' οὐκ ἐπέχων· οὕτω καὶ ἐνταῦθα, 61.311 Ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. Εἰ μὴ καρτερεῖ σιγᾷν, φησὶν, ἀλλ' οὕτως ἐστὶ φιλότιμος καὶ κενό- δοξος, καθ' ἑαυτὸν φθεγγέσθω. Ὥστε αὐτῷ τούτῳ μάλιστα τῷ οὕτως ἐπιτρέψαι ἐκώλυσεν ἐντρέψας. δʹ. Ὃ καὶ ἀλλαχοῦ ποιεῖ περὶ τῆς πρὸς γυναῖ- κα ὁμιλίας διαλεγόμενος, καὶ λέγων· Τοῦτο δὲ λέγω διὰ τὴν ἀκρασίαν ὑμῶν. Ἀλλ' οὐχ ὅτε περὶ προ- φητείας ἔλεγεν, οὕτως εἶπεν, ἀλλὰ πῶς; Ἐπιτακτι- κῶς καὶ νομοθετικῶς· Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν. Καὶ οὐδαμοῦ τὸν ἑρμηνέα ἐνταῦθα ζητεῖ, οὐδὲ ἐπιστομίζει τὸν προφητεύοντα, καθάπερ ἐκεῖ λέγων, Ἐὰν μὴ ᾖ διερμηνευτὴς, σιγάτω. Οὐδὲ γὰρ αὐτάρκης ὁ τῇ γλώττῃ λαλῶν. ∆ιόπερ εἰ μέν τις ἀμφότερα ἔχει τὰ χαρίσματα, λαλείτω· εἰ δὲ οὐκ ἔχει, θέλει δὲ φθέγγεσθαι, μετὰ τοῦ ἑρμηνεύον- τος τοῦτο ποιείτω. Καὶ γὰρ ὁ προφήτης ἑρμηνευτής ἐστιν, ἀλλὰ τοῦ Θεοῦ, σὺ δὲ τοῦ ἀνθρώπου. Ἐὰν δὲ μὴ ᾖ διερμηνευτὴς, σιγάτω. Οὐδὲν γὰρ δεῖ περιτ- τῶς γίνεσθαι, οὐδὲ πρὸς φιλοτιμίαν. Ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ· τουτέστι, κατὰ διάνοιαν, ἢ ἠρέμα καὶ ἀψοφητὶ, εἴ γε βούλεται. Οὐ γὰρ δὴ νομο- θετοῦντος τοῦτό ἐστιν, ἀλλὰ τάχα καὶ ἐντρέποντος μᾶλλον διὰ τῆς συγχωρήσεως, ὥσπερ ὅταν λέγῃ, Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω· καὶ δοκῶν συγχω- ρεῖν, δριμύτερον αὐτῷ τούτῳ καθάπτεται. Οὐ γὰρ διὰ τοῦτο συνέρχεσθε, φησὶν, ἵνα δείξητε ὅτι χάρισμα ἔχετε, ἀλλ' ἵνα οἰκοδομῆτε τοὺς ἀκούοντας· ὅπερ καὶ ἀρχόμενος εἶπε, Πάντα πρὸς οἰκοδομὴν γινέσθω. Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλ- λοι διακρινέτωσαν. Οὐδαμοῦ τὸ πλεῖστον προσ- έθηκε καθάπερ ἐπὶ τῶν γλωττῶν. Καὶ τί τοῦτό φησιν; οὐδὲ γὰρ τὴν προφητείαν αὐτάρκη δείκνυσιν, εἴ γε ἄλλοις ἐπιτρέπει τὴν κρίσιν. Σφόδρα μὲν οὖν αὐτάρ- κης· οὐδὲ γὰρ ἐπεστόμισεν αὐτὸν καθάπερ ἐκεῖνον, οὐκ ὄντος ἑρμηνεύοντος· οὐδὲ ὥσπερ ἐπ' ἐκείνου εἶπεν, Ἐὰν μὴ ᾖ ὁ διερμηνευτὴς, σιγάτω, οὕτω καὶ ἐπὶ τούτου, Ἐὰν μὴ ᾖ ὁ διακρίνων, μὴ προφη- τευέτω, ἀλλ' ἠσφαλίσατο μόνον τὸν ἀκροατήν. Πρὸς γὰρ τὴν τῶν ἀκουόντων πληροφορίαν τοῦτο εἴρηκεν, ὥστε μὴ παρεμπεσεῖν μεταξὺ μάντιν. Τοῦτο γὰρ καὶ ἀρχόμενος φυλάττεσθαι ἐκέλευεν, ὅτε μαντείας καὶ προφητείας διαίρεσιν εἰσήγαγε, καὶ νῦν αὐτὸ διακρί- νειν κελεύει καὶ σκοπεῖν, ὥστε μή τι παρεισδῦναι διαβολικόν. Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. ∆ύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι, καὶ πάντες παρακαλῶνται. Τί ποτέ ἐστι τοῦτο τὸ εἰρημένον; Εἰ προφητεύοντός σου, φησὶ, καὶ φθεγγομένου, τὸ πνεῦμα τοῦ ἑτέρου διεγείρειεν αὐτὸν, σίγα λοιπόν. Ὅπερ γὰρ εἶπεν ἐπὶ τῶν γλωττῶν, τοῦτο καὶ ἐνταῦ- θα ἀπαιτεῖ τὸ ἀνὰ μέρος, ἀλλὰ θειότερα ἐνταῦθα· οὐ γὰρ εἶπεν, Ἀνὰ μέρος, ἀλλ', Ἐὰν ἄλλῳ ἀποκα-λυφθῇ. Τί γὰρ ἐχρῆν λοιπὸν, τούτου κινουμένου πρὸς προφητείαν, ἐκεῖνον λέγειν; Ἀλλ' ἀμφοτέρους ἐχρῆν; Ἀλλ' ἄτοπον, καὶ σύγχυσιν ἔχον. Ἀλλὰ τὸν πρότερον; Ἀλλὰ καὶ τοῦτο ἄτοπον. ∆ιὰ γὰρ τοῦτο, λέγοντος ἐκεί- νου, τοῦτον ἐκίνει τὸ Πνεῦμα, ἵνα τι καὶ οὗτος εἴπῃ. Εἶτα παραμυθούμενος τὸν ἐπιστομισθέντα, φησί· ∆ύ- νασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν, ἵνα πάν- τες μανθάνωσι, καὶ πάντες παρακαλῶνται. Ὁρᾷς 61.312 πῶς πάλιν τὴν αἰτίαν τίθησι, δι' ἣν πάντα ποιεῖ; Εἰ γὰρ τὸν γλώσσαις λαλοῦντα καθόλου κω- λύει λέγειν, ὅταν ἑρμηνέα μὴ ἔχῃ, διὰ τὸ ἀνωφελὲς, εἰκότως καὶ προφητείαν, ἂν μὴ τοῦτο ἔχῃ, ἀλλὰ σύγ- χυσιν ποιῇ καὶ ταραχὴν καὶ θόρυβον ἄκαιρον, κατ- έχειν κελεύει. Καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται. Εἶδες πῶς ἐνέτρεψεν αὐτὸν εὐτόνως καὶ φοβερῶς; Ἵνα γὰρ μὴ φιλονεικῇ, μηδὲ στασιάζῃ ὁ ἄνθρωπος, αὐτὸ τὸ χάρισμα δείκνυσιν ὑποτασσό- μενον· πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει. Εἰ δὲ τὸ πνεῦμα ὑποτάσσεται, πολλῷ μᾶλλον σὺ ὁ κε- κτημένος οὐκ ἂν εἴης δίκαιος φιλονεικεῖν. Εἶτα δεί- κνυσιν ὅτι καὶ τῷ Θεῷ τοῦτο δοκεῖ, ἐπάγων καὶ λέ- γων· Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλὰ εἰ- ρήνης, ὡς ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων διδάσκω. Εἶδες δι' ὅσων ἤγαγεν αὐτὸν εἰς σιγὴν, καὶ παρεμυθήσατο θατέρῳ παραχωροῦντα; δι' ἑνὸς μὲν καὶ