240
πρώτου, τοῦ μὴ ἐκλύεσθαι τούτου γινομέ- νου· ∆ύνασθε γὰρ, φησὶ, καθ' ἕνα πάντες προφη- τεύειν· δι' ἑτέρου δὲ τοῦ καὶ τῷ Πνεύματι τοῦτο δο- κεῖν· Πνεύματα γὰρ προφητῶν προφήταις ὑπο- τάσσεται· πρὸς τούτοις τῷ κατὰ γνώμην τοῦ Θεοῦ τοῦτο εἶναι· Οὐ γάρ ἐστιν ἀκαταστασίας, φησὶν, ὁ Θεὸς, ἀλλὰ εἰρήνης· καὶ τετάρτῳ, τῷ πανταχοῦ τῆς οἰκουμένης τοῦτον κρατεῖν τὸν νόμον, καὶ μηδὲν ξένον αὐτοῖς ἐπιτάττεσθαι. Οὕτω γὰρ ἐν πάσαις, φησὶ, ταῖς Ἐκκλησίαις τῶν ἁγίων διδάσκω. Τί τοίνυν φρικωδέστερον τούτων γένοιτ' ἂν τῶν πρα- γμάτων; Καὶ γὰρ οὐρανὸς ἡ Ἐκκλησία τότε, τοῦ Πνεύματος πάντα δημαγωγοῦντος καὶ τῶν προεστώ- των ἕκαστον κινοῦντος, καὶ ἔνθουν ποιοῦντος. Ἀλλὰ νῦν τὰ σύμβολα κατέχομεν τῶν χαρισμάτων ἐκείνων μόνον. Καὶ γὰρ καὶ νῦν δύο ἢ τρεῖς λέγομεν, καὶ ἀνὰ μέρος, καὶ ἑτέρου σιγῶντος ἕτερος ἄρχεται· ἀλλὰ σημεῖα ταῦτα μόνον ἐστὶν ἐκείνων καὶ ὑπο- μνήματα. ∆ιὸ ἐπειδὰν ἀρξώμεθα λέγειν, ὁ λαὸς ἀντι- φθέγγεται, Τῷ Πνεύματί σου, δεικνὺς ὅτι τὸ πα- λαιὸν οὕτως ἔλεγον, οὐκ οἰκείᾳ σοφίᾳ, ἀλλὰ τῷ Πνεύ- ματι κινούμενοι. Ἀλλ' οὐχὶ νῦν· τὸ ἐμαυτοῦ λέγω τέως. εʹ. Ἀλλ' ἔοικεν ἡ Ἐκκλησία νῦν γυναικὶ τῆς παλαιᾶς εὐημερίας ἐκπεσούσῃ, καὶ τὰ σύμβολα κατεχούσῃ πολλαχοῦ μόνον τῆς ἀρχαίας εὐπραγίας ἐκείνης, καὶ τὰς μὲν θήκας τῶν χρυσίων ἐπιδεικνυμένῃ καὶ τὰ κιβώτια, τὸν δὲ πλοῦτον ἀφῃρημένῃ· ταύτῃ προσέοι- κεν ἡ Ἐκκλησία νῦν. Καὶ οὐ χαρισμάτων ἕνεκεν τοῦτο λέγω· οὐδὲ γὰρ ἦν δεινὸν, εἰ τοῦτο ἦν μόνον· ἀλλὰ καὶ βίου καὶ ἀρετῆς. Καὶ γὰρ ὁ τῶν χηρῶν ἀριθμὸς, καὶ ὁ τῶν παρθένων χορὸς τότε μὲν εἶχε κόσμον ταῖς Ἐκκλησίαις πολύν· νῦν δὲ ἠρήμωται καὶ κεκένωται, καὶ τὰ σύμβολα μένει μόνον. Εἰσὶ μὲν γὰρ χῆραι καὶ νῦν, εἰσὶ καὶ παρθένοι, ἀλλ' οὐκ ἔχουσιν αὗται τὸν κόσμον ἐκεῖνον, ὃν τὰς ἀποδυσα- μένας πρὸς τὰ τοιαῦτα παλαίσματα ἔχειν χρή. Καὶ γὰρ τῆς παρθένου τὸ ἐξαίρετον γνώρισμα, τὸ τὰ τοῦ Θεοῦ μεριμνᾷν μόνα, καὶ τὸ εὐπρόσεδρον ἀπερισπάστως· καὶ τῆς χήρας οὐχ οὕτω τὸ μὴ δευτέ- ροις ὁμιλῆσαι γάμοις δεῖγμα γένοιτ' ἂν, ὡς τἄλλα, τὰ τῆς φιλοξενίας, τὰ τῆς φιλοπτωχίας, τὰ τῆς φιλο- καρτερίας τῆς ἐν εὐχαῖς, πάντα τὰ ἄλλα, ἃ μετὰ 61.313 πολλῆς ἀπαιτεῖ τῆς ἀκριβείας ὁ Παῦλος Τιμοθέῳ γράφων. Ἴδοι τις ἂν καὶ τὰς ἐν γάμῳ πολλὴν ἐπιδεικνυ- μένας παρ' ἡμῖν τὴν κοσμιότητα. Ἀλλ' οὐ τοῦτο μόνον ἐστὶ τὸ ζητούμενον, ἀλλ' ἡ περὶ τοὺς δεομέ- νους μετὰ σπουδῆς θεραπεία, δι' ἧς αἱ ἀρχαῖαι μά- λιστα ἀπέλαμπον γυναῖκες, οὐχ ὡς αἱ πολλαὶ τῶν νῦν. Τότε μὲν γὰρ ἀντὶ χρυσοῦ τὸν ἀπὸ τῆς ἐλεημο- σύνης περιέκειντο καλλωπισμόν· νυνὶ δὲ ἀφεῖσαι τοῦτο, σχοινία χρυσᾶ ἀπὸ τῆς σειρᾶς τῶν ἁμαρτιῶν πεπλεγμένα πανταχόθεν περίκεινται. Εἴπω καὶ ἄλ- λην θήκην κεκενωμένην τοῦ πατρῴου κόσμου; Συν- ῄεσαν τὸ παλαιὸν ἅπαντες, καὶ ὑπέψαλλον κοινῇ. Τοῦτο ποιοῦμεν καὶ νῦν· ἀλλὰ τότε μὲν ἐν ἅπασι μία ψυχὴ ἦν καὶ καρδία μία· νυνὶ δὲ οὐδὲ ἐν μιᾷ ψυχῇ τὴν ὁμόνοιαν ἐκείνην ἴδοι τις ἂν, ἀλλὰ πολὺς ὁ πόλεμος πανταχοῦ. Εἰρήνην καὶ νῦν πᾶσιν ὁ τῆς Ἐκκλησίας προεστὼς ἐπεύχεται, ὡς εἰς πατρῴαν οἰκίαν εἰσιών· ἀλλὰ τῆς εἰρήνης ταύτης τὸ μὲν ὄνομα πολὺ, τὸ δὲ πρᾶγμα οὐδαμοῦ. Τότε καὶ αἱ οἰκίαι ἐκ- κλησίαι ἦσαν· νυνὶ δὲ καὶ ἡ ἐκκλησία οἰκία, μᾶλλον δὲ καὶ οἰκίας πάσης χείρων. Ἐν οἰκίᾳ μὲν γὰρ πολ- λὴν καὶ εὐταξίαν ἴδοι τις ἄν· καὶ γὰρ ἡ κυρία τῆς οἰκίας ἐπὶ τοῦ θρόνου κάθηται μετὰ εὐσχημοσύνης ἁπάσης, καὶ αἱ θεραπαινίδες μετὰ τῆς ἡσυχίας ὑφαί- νουσι, καὶ τῶν οἰκετῶν ἕκαστος τὸ ἐπιταχθὲν μετὰ χεῖρας ἔχει. Ἐνταῦθα δὲ πολὺς ὁ θόρυβος, πολλὴ ἡ σύγχυσις, καὶ καπηλείου οὐδὲν διενήνοχε τὰ παρ' ἡμῖν· τοσοῦτος ὁ γέλως, τοσαύτη ἡ ταραχὴ, καθάπερ ἐν βαλανείοις, καθάπερ ἐν ἀγοραῖς κραζόντων, θορυ- βούντων ἁπάντων. Καὶ ταῦτα ἐνταῦθα μόνον· ὡς ἀλλαχοῦ οὐδὲ προσειπεῖν τὸν πλησίον ἔξεστιν ἐν ἐκ- κλησίᾳ, κἂν χρόνιόν τις ἀπολάβῃ τὸν φίλον, ἀλλ' ἔξω ταῦτα γίνεται, καὶ μάλα εἰκότως. Οὐ γὰρ κουρεῖον, οὐδὲ μυροπωλεῖον ἡ ἐκκλησία, οὐδὲ ἐργαστήριον ἕτε- ρον τῶν ἐπ' ἀγορᾶς, ἀλλὰ τόπος ἀγγέλων, τόπος ἀρχ- αγγέλων, βασιλεία Θεοῦ, αὐτὸς ὁ οὐρανός. Ὥσπερ