243
ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ, παιδίσκην δὲ εἰς χεῖρας τῆς κυρίας τοὺς ὀφθαλμοὺς εχουσαν τὴν ἐκ περιτομῆς συναγωγήν, παιδίσκην διὰ τὸ τῆς δουλείας πνεῦμα εἰρημένην· κυρίαν δὲ αὐτῆς τὴν αμωμον καὶ ασπιλον τοῦ θεοῦ ἐκκλησίαν λέγων τις οὐ σφάλλεται. ἀλλ' ἡμεῖς οὐκ εἰς χεῖρας ἐκείνων τῶν κυρίων εχομεν ἀλλὰ πρὸς κύριον τὸν θεὸν ἡμῶν οἰκτείροντα καὶ ἐλεοῦντα ἡμῶν.
1160 Ps 123,4a Οὐ πευστικῶς δὲ τὸ Αρα ἀλλὰ συλλογιστικῶς λέγει.
ἀνυπόστατον δὲ υδωρ τῷ μὴ αν τινα ὑποστῆναι αὐτὸ χωρὶς τοῦ Χριστοῦ δύνασθαι. εἰ δὲ τὴν κακίαν σημαίνοι τις ἀνυπόστατον υδωρ, ῥητέον ἀνυπόστατον εἰρῆσθαι τὴν κακίαν τῷ μὴ ειναι οὐσίαν καὶ ἰδίαν ὑπόστασιν· συμβεβηκὸς γὰρ ουσα ἐν τοῖς ἐνεργοῦσιν ὑφίσταται, καθ' ἑαυτὴν υπαρξιν οὐκ εχουσα.
1161 Ps 124,1 Ωσπερ τὸ τῆς Σιὼν ορος ασειστον καὶ ἀμετακίνητον (εστι δ' ὁ
τοῦ θεοῦ λόγος), ουτω καὶ οἱ ἐπὶ τὸν θεὸν πεποιθότες ἀμετακίνητον στάσιν εχουσι, μιμηταὶ αὐτοῦ σπεύδοντες ειναι. οὐ γὰρ περὶ τοῦ αἰσθητοῦ ορους τὸ προκείμενον λέγεται ὁμοίως πάντων τῶν ὀρῶν οντων ἀκλονήτων, ἀλλὰ περὶ ἐκείνου περὶ ου προστάττον τὸ πνεῦμα τῷ προφήτῃ φησὶν ̓Επ' ορος ὑψηλὸν ἀναβάθητι, ὁ εὐαγγελιζόμενος Σιών. τῆς γὰρ σκοπευτικῆς τῶν ἀγαθῶν τῆς ἁγίας ἐκκλησίας Σιὼν ουσης ἑρμηνευομένης σκοπευτήριον, ὑψηλὸν ορος ὁ θεὸς λόγος αὐτὸς ων καὶ τὸ τῆς ἐπουρανίου Σιὼν ορος περὶ ου ειρηται ̓Αλλὰ προσεληλύθατε Σιὼν ορει καὶ πόλει θεοῦ ζῶντος, ̔Ιερουσαλὴμ ἐπουρανίῳ. κατορθώσωμεν τοίνυν τὴν πρὸς θεὸν πεποίθησιν ἐπὶ τῷ καὶ μακαρισμοῦ τυχεῖν καὶ τῶν αλλων ἐπαγγελιῶν, προτρεπομένης τῆς προφητείας τῆς ωδε ἐχούσης· Καὶ πεποιθὼς εσῃ ἐπὶ κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς. ἀρχὴ γὰρ τοῦ ἀναβιβασθῆναι ἐπὶ τὰ ἀγαθὰ τῆς τῶν ζώντων καὶ πραέων γῆς ὑπὸ θεοῦ ἐστὶ τὸ πεποιθέναι ἐπ' αὐτόν. Τὴν ἐκκλησίαν δὲ χρηματίζουσαν εστιν ἰδεῖν ἐν τῷ Φωτίζου φωτίζου, ̔Ιερουσαλήμ, ̔Ιερουσαλὴμ ᾠκοδομημένη ὡς πόλις. διὸ ὁ τελείως καὶ γνησίως φρονῶν τὰ τῆς ἐκκλησίας κατοικεῖν αὐτὴν λεχθήσεται εἰς τὸν αἰῶνα, οὐ σαλευθησόμενος οὐδὲ τῆς οἰκειώσεως ταύτης μεθιστάμενος τῷ βεβαίως καὶ ἀμετακινήτως παρειληφέναι τὰ πρακτέα καὶ φρονητέα. καὶ κυρίως αὐτὴν κατοικεῖν εἰς τὸν αἰῶνα ῥηθείη ὁ ζῶν καὶ πιστεύων εἰς τὸν κύριον, εἰς τὸν αἰῶνα οὐ τεθνηξόμενος τῷ τὴν αἰώνιον ζωὴν ἐντεῦθεν ἠρραβωνίσασθαι. εἰ δὲ ῥαθυμήσαιέν ποτε ὡς ἐνδοῦναι τῇ προσοχῇ καὶ τῷ πόθῳ πρὸς τὸ ἀγαθόν, μετακινήσεται τῆς οἰκήσεως· διὰ τοῦτό φησιν ἐν Παροιμίαις ∆ίκαιος εἰς τὸν αἰῶνα οὐκ ἐνδώσει. 1162 Ps 124,2 Ορη δὲ ῥηθεῖεν τῆς νοητῆς ̔Ιερουσαλὴμ τὰ ὑψηλὰ τῆς ἀληθείας δόγματα καὶ οἱ διῃρημένοι θεσμοὶ καὶ κανόνες ἐκκλησιαστικοί, καὶ πρὸς τούτοις οἱ αγιοι πάντες, οὐχ οἱ πρὸ τῆς ἐπιδημίας μόνοι ἀλλὰ καὶ οἱ μετὰ ταύτην· εκαστος γὰρ τούτων ορος ἐστὶ περὶ τὴν ἐκκλησίαν τυγχάνων, ὡς ἀπὸ πάντων αὐτῶν ενα κύκλον συνεχῆ καὶ ἀδιάστατον γενόμενον ἐν μέσῳ εχειν τὴν ἐκκλησίαν. καὶ πρὸς τούτοις αγγελοι ειναι δύνανται, παρεμβάλλοντες κύκλῳ τῶν φοβουμένων τὸν κύριον, τὰ κύκλῳ τῆς ̔Ιερουσαλὴμ ορη. Μεῖζον δὲ τῆς ἐκ τῶν ὀρῶν ἀσφαλείας ὑπάρχει τῷ λαῷ τῷ κατοικοῦντι τὴν ̔Ιερουσαλὴμ δι' ην μάλιστα οὐ σαλεύεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν αὐτῇ, τοῦ κυρίου κύκλῳ γινομένου αὐτοῦ. κύκλῳ δὲ γίνεται ὁ κύριος οὐ τοπικῶς καὶ σωματικῶς ενδον τινὰς περιορίζων, ἀλλὰ μετεχόμενος ὑπ' αὐτῶν καὶ ἐπὶ πᾶσι συνὼν αὐτοῖς, οὐ κατὰ μόνον τὸν παρόντα αἰῶνα ἀλλὰ καὶ τὸν μέλλοντα. 1163 Ps 124,3 1163 Καὶ σκοπὸς μὲν τῇ ῥάβδῳ ταύτῃ βιάσασθαι ἐπὶ ἀνομίαν ἐκτεῖναι τὰς χεῖρας τοὺς δικαίους, θέλημα δὲ τοῦ κυρίου τὸ ἐπὶ δικαιοσύνην ἐκτείνειν τοὺς δικαίους τὰς χεῖρας ἐπαίροντας αὐτὰς ὁσίως χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. 1164 Ps 124,4 ̓Αγαθοί εἰσιν οἱ τὴν γνώμην ἐξ ἀρετῆς