253
ἐσήμανας, τί εἴπω καὶ τί λαλήσω ἢ ὅτι κατὰ τὸ χαλεπὸν τῆς αἱρέσεως ἀκόλουθος καὶ ὁ πικρὸς διωγμός; τί γὰρ βούλει ὁρᾶν, ἐπὰν ὁ Χριστὸς ἤρνηται δι' ὕβρεως τῆς ἁγίας αὐτοῦ εἰκόνος; οὐχὶ αἵματα κενούμενα καὶ σάρκας τεμνομένας, οὐ θλίψεις καὶ στενοχωρίας, οὐ δεσμὰ καὶ φυλακὰς καὶ ἄλλην παντοίαν κάκωσιν, οὐχὶ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, ὧν εἷς ὃν εἶπας; καὶ ἔτι ὄψει, ἀδελφέ, δεινότερα, ἐπὰν μακροχρονῇ ἡ αἵρεσις. ἀλλὰ μακάριοι οἱ ὑπομένοντες, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· ἤδη οἱ χοροὶ τῶν ὁμολογητῶν, τῶν μαρτύρων ἀγάλλονται, εὐφραίνονται, οὓς μὲν διὰ θανάτου αἰσίου ὑποδεχόμενοι, οὓς δὲ ἐπαλείφοντες ἀοράτως ταῖς ἐπισκέψεσιν. καὶ τί λέγω μάρτυρας; αὐτὸς Χριστὸς ὁ μαρτυρούμενος χαίρων τε καὶ συναθλῶν ἐστιν ἑνὶ ἑκάστῳ τῶν ὁμολογούντων. εἰ μὴ γὰρ οὕτως, οὐκ ἂν ἔφερον οἱ φέροντες τὰ παρόντα γενναίως, οὐκ ἂν καὶ γυναῖκες ἠνδρίζοντο κατὰ τὰς πάλαι ἁγίας, οὐκ ἂν καὶ λαϊκοὶ καὶ συγκλητικαὶ ἀπεδύοντο πρὸς τοὺς ἀγῶνας, οὐκ ἂν καὶ κόραι κατεφρόνουν ὄψεως ἀρρένων ἀσεβούντων, οὐκ ἂν ἐδείκνυντο πανταχοῦ δημόσιοι φυλακαὶ καὶ ἐπληροῦντο ἔρημοι ὄρη τε καὶ νάπαι καὶ σπήλαια τῶν διὰ Κύριον πεφυγαδευμένων, οὐκ ἂν ἐκωδωνεῖτο ἡ ὑπ' οὐρανὸν τέλος εἰπεῖν. ὥστε πιστευτέον ἐναργῶς ὅτι Χριστὸς δεδίωκται, ὥστε ἐλπιστέον ὁμοῦ καὶ προθυμητέον ὅτι οἴσειεν πᾶς τις ἐν ἀληθείᾳ πιστεύων πᾶν ὁτιοῦν κολαστικὸν μετὰ Χριστοῦ καὶ σὺν Χριστῷ. Τοιαῦτα τὰ ἡμέτερα διηγήματα. ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν, ἀκουέτω ἀνατολὴ καὶ δύσις τὰ ἐν Βυζαντίῳ καὶ αἰνείτω· ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. ὧδε ἔνστασις ἀθλητική, ὧδε αἷμα ῥεῖ, ἄρδον τὴν ἐκκλησίαν Χριστοῦ ὑπὲρ τὸν ποτισμὸν τοῦ ἐν Ἐδὲμ παραδείσου. ζῶ ἐγώ, λέγει Κύριος, ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται. ἀπόγραφε καὶ σύ, ὅστις ἂν εἴης, ζηλῶν τῷ Κυρίῳ, τὰ νεουργά, μᾶλλον δὲ θεουργὰ μαρτύρια, ὡς ἂν ἴδοιεν οἱ μεταγενέστεροι ὅτι ὁ θεὸς ὄντως ἐν ἡμῖν ἐστιν καὶ ζῇ τὸ σπέρμα τῶν δικαίων καὶ χριστοφορεῖ τὸ χρυσοῦν γένος τῶν μαρτύρων, οὗ πύλαι ᾅδου οὐ κατίσχυσαν οὔτε κατισχύσειεν, ὡς ἡ ὑπόσχεσις τοῦ ἀψευδοῦς. σκληρόν σοι, φησί, πρὸς κέντρα λακτίζειν, καὶ ἀλλοίως οὐκ ἔστιν. Ἐγὼ μὲν ὁ τάλας ταῦτα προσφωνῶ, σὺ δέ, ὦ παῖ ἱερέ, ἀντιδίδου μοι τὰς εὐχάς. ἄσπασαι τοὺς συνομολογητάς σου κατ' ὄνομα καὶ συμμαθητὰς καὶ οὐ μόνον τούσδε, ἀλλ', εἰ φθάζοις, καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἐκλεκτοὺς τοῦ θεοῦ, τοὺς ἐκλελοχισμένους ἀπὸ μυριάδων, τοὺς ἐν κόσμῳ φωστῆρας, τὰ σκεύη τοῦ ἐλέους, τοὺς χρησίμους θεῷ, τοὺς ἐφετοὺς τῇ Τριάδι, ὧν εὐχαῖς σωθείημεν καὶ ἡμεῖς οἱ ἀνάξιοι. σὲ σὺν πᾶσι καὶ ὁ σὺν ἐμοὶ ἀσπάζεται. 416 {1Νικολάῳ τέκνῳ}1 Ἐπειδὴ φιλοπευστεῖς μαθεῖν, ἀδελφὲ Νικόλαε, ἀπὸ ποίων τεττάρων ὑποθέσεων ἡ περὶ τὴν σεπτὴν εἰκόνα Χριστοῦ ἀλήθεια κρατύνεται, ἰστέον ἀπὸ φυσικοῦ δόγματος, ἀπὸ ἀρχαίας ἱστορίας, ἀπὸ φωνῶν ἁγίων, ἀπὸ συνοδικῆς ἐκφωνήσεως. Πῶς ἀπὸ φυσικοῦ δόγματος; ὅτι αὕτη φύσις σώματος, ἁφῇ καὶ χροιᾷ ὑποπίπτειν, τὸ δ' ἁφῇ καὶ χροιᾷ ὑποπῖπτον περιγραπτόν, ἤγουν ἐξεικονιζόμενον· τοιοῦτον δὲ τὸ σῶμα τοῦ Χριστοῦ, καθάπερ καὶ τὸ ἡμέτερον, ἁπτὸν καὶ ὑπόχροιον. καὶ γοῦν γέγραπται· καὶ ὅσοι ἂν ἥπτοντο αὐτοῦ, ἐσῴζοντο. καὶ ἑτέρωθι· ἐγένετο τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον. οὐκοῦν ἐγγράφεται κατὰ τὸν τοῦ σώματος χαρακτῆρα, μηδὲν πεπονθὼς εἰς τὸ ἀπερίγραπτον αὐτοῦ τῆς θεότητος, ὅτι μηδὲ ἐγὼ σώματι περιγραφόμενος ἐξ ἀνάγκης καὶ κατὰ τὴν ἀθέατον ψυχὴν συμπεριγέγραμμαι· οὐδὲ ἐπειδὴ τὸ μὲν σῶμά μου περιγραπτόν, ἡ δὲ ψυχὴ ἀπερίγραπτος, ὁ εἷς εἰς δύο τέτμημαι. οὕτω πολλῷ μᾶλλον οὐδὲ Χριστὸς τομὴν ἢ διαίρεσιν ὑφίσταται διὰ τὸ ἐξεικονίζεσθαι αὐτὸν σωματικῷ χαρακτῆρι. Πῶς ἀπὸ ἀρχαίας ἱστορίας; ὅτι ἡ ὑπ' οὐρανὸν ἀπ' αὐτῆς τῆς ἀναλήψεως Χριστοῦ τὴν σεπτὴν αὐτοῦ εἰκόνα ἐν τοῖς ἱεροῖς ναοῖς ἐγγεγραμμένην ὑποδείκνυσιν· οὗ τί ἂν γένοιτο εἰς ἀπόδειξιν ἀληθείας ἐναργέστερον, εἴπερ ἔργον λόγου βεβαιότερον καὶ ὀφθαλμὸς