254
πρὸ τῆς ἡμέρας δὲ ἐκείνης τοὺς θορύβους, τοὺς κινδύνους, τοὺς πόνους, τὰς κολακείας, τὰς ἀγρυπνίας, τὰς ταλαιπωρίας πάσας. Καὶ ταῦτα πρὸς τοὺς οὐκ ἐθέλοντας φιλοσοφεῖν λέγομεν· ὡς ἐὰν τοῦτο εἰδῇς, ἀφ' ἑτέρων σε μειζόνων δυνάμεθα παρακαλέσαι· τέως δὲ ἀπὸ τῶν παχυτέρων ἀνάγκη πρὸς σὲ διαλέγεσθαι. Ὅταν τοίνυν ἴδῃς πλουτοῦντα, τὸν ἐκείνου πλουσιώτερον ἐννόει, καὶ ὄψει τοῦτον ἐν οἷς καὶ σύ. Μετὰ δὲ τοῦτον καὶ τὸν σαυτοῦ πενέστε- ρον σκόπει, καὶ πόσοι πεινῶντες ἐκοιμήθησαν, καὶ οὐσίας πατρῴας ἀπέβαλον, καὶ δεσμωτήριον οἰκοῦσι, καὶ θάνατον καθ' ἑκάστην εὔχονται τὴν ἡμέραν. Οὔτε γὰρ ἀθυμίαν πενία, οὔτε ἡδονὴν τίκτει πλοῦτος, ἀλλὰ καὶ τοῦτο κἀκεῖνο λογισμὸς ὑμῖν ἐμποιεῖν εἴωθε. 61.331 Σκόπει δὲ ἀρχόμενος κάτωθεν· ὁ κοπρώνης ἀλγεῖ καὶ ὀδυνᾶται, ὅτι μὴ ἀπήλλακται τοῦ ταλαιπώρου καὶ ἐπονειδίστου εἶναι δοκοῦντος ἐπιτηδεύματος τούτου· ἀλλ' ἂν ἀπαλλάξῃς αὐτὸν τούτου, καὶ ποιήσῃς μετὰ ἀδείας τῶν ἀναγκαίων εὐπορεῖν, ἀλγήσει πάλιν ὅτι μὴ πλείω τῆς χρείας κέκτηται· κἂν πλείω παρέχῃς, βουλήσεται αὐτὰ διπλασίονα εἶναι πάλιν, καὶ διὰ τοῦτο ὀδυνηθήσεται οὐχ ἧττον, ἢ πρότερον· κἂν δι- πλασίονα, κἂν τριπλασίονα δῷς, ἀθυμήσει πάλιν, ὅτι μὴ πολιτεύεται· κἂν τοῦτο παρέχῃς αὐτῷ, ἄθλιον ἑαυτὸν ἡγήσεται, ὅτι μὴ τῶν τὰ πρῶτα πολιτευομέ- νων ἐστί· καὶ ταύτης δὲ ἐπιλαβόμενος τῆς τιμῆς, θρηνήσει, ὅτι μὴ ἄρχει· ὅταν δὲ ἄρξῃ, ὅτι μὴ ἔθνους ὁλοκλήρου· ὅταν δὲ καὶ ἔθνους ὁλοκλήρου, ὅτι μὴ ἐθνῶν πολλῶν· ὅταν δὲ ἐθνῶν πολλῶν, ὅτι μὴ πάν- των. Ὅταν ὕπαρχος γένηται, λυπηθήσεται πάλιν, ὅτι μὴ καὶ βασιλεύς· κἂν βασιλεὺς, ὅτι μὴ μόνος· κἂν μόνος, ὅτι μὴ καὶ βαρβάρων, ὅτι μὴ καὶ τῆς οἰκουμένης ἁπάσης· ὅταν καὶ τῆς οἰκουμένης ἁπάσης, διὰ τί μὴ καὶ ἑτέρου κόσμου; Καὶ οὕτως ἐπ' ἄπειρον ὁ λογισμὸς προϊὼν, οὐκ ἀφίησιν αὐτὸν ἡσθῆναί ποτε. ζʹ. Εἶδες πῶς κἂν ἐξ εὐτελοῦς καὶ πτωχοῦ βασιλέα ποιήσῃς, οὐκ ἀναιρεῖς τὴν ἀθυμίαν, λογισμὸν τὸν πλεονεξίας ἐρῶντα μὴ διορθωσάμενος πρότερον; Φέρε σοι καὶ τοὐναντίον δείξω, ὅτι κἂν ἄνωθεν κάτω κατ- αγάγῃς τὸν σύνεσιν ἔχοντα, οὐκ ἐμβαλεῖς εἰς ἀθυ- μίαν καὶ λύπην. Καὶ, εἰ βούλει, τὴν αὐτὴν κλίμακα καταβαίνωμεν, καὶ τὸν ὕπαρχον ἀπὸ τοῦ θρόνου κα- ταβιβάσας τῷ λόγῳ ἀποστέρει τῆς ἀξίας ἐκείνης. Οὐδὲν γὰρ οὗτος ἐντεῦθεν, ἂν ἐθέλῃ ταῦτα ἐννοεῖν, ἅπερ εἶπον, ἀλγήσει. Οὐδὲ γὰρ ἅπερ ἀφῄρηται, λο- γιεῖται, ἀλλ' ἅπερ ἔχει τέως, τὴν δόξαν τὴν ἀπὸ τῆς ἀρχῆς. Ἂν δὲ καὶ ταύτην ἀφέλῃς, λογιεῖται τοὺς ἰδιώτας, καὶ οὐδέποτε τοιαύτης ἐπιβάντας ἀρχῆς, καὶ ἀρκέσει εἰς παραμυθίαν ὁ πλοῦτος αὐτῷ· ἂν δὲ καὶ τούτου πάλιν ἐκβάλῃς, σκοπήσει τοὺς τὰ σύμ- μετρα ἔχοντας· ἂν δὲ καὶ τὰ σύμμετρα ἀφέλῃς καὶ τῆς ἀναγκαίας μόνης μεταδῷς τροφῆς, δυνήσεται ἐννοεῖν τοὺς οὐδὲ ταύτης μετέχοντας, ἀλλὰ λιμῷ παλαίοντας διηνεκεῖ, καὶ δεσμωτήριον οἰκοῦντας. Εἰ δὲ καὶ εἰς τὸ οἴκημα εἰσαγάγοις ἐκεῖνο, τοὺς ἐν νόσοις ἀνιάτοις ὄντας, τοὺς ἐν ὀδύναις ἀνηκέστοις ἐνθυ- μούμενος, ὄψεται ἑαυτὸν ἐν πολλῷ βελτίοσιν ὄντα. Καὶ ὥσπερ ὁ κοπρώνης ἐκεῖνος οὐδὲ βασιλεὺς γενό- 61.332 μενος εὐθυμίαν καρπώσεται, οὕτως οὗτος οὐδὲ δεσμώ- της καταστὰς ἀλγήσει ποτέ. Οὐκ ἄρα πλοῦτος ἡδο- νῆς, οὔτε πενία ἀθυμίας ὑπόθεσις, ἀλλ' ἡ ἡμετέρα γνώμη, καὶ τὸ τὰ ὄμματα τῆς διανοίας ἡμῶν μὴ εἶναι καθαρὰ, μηδὲ ἑστάναι που καὶ μένειν, ἀλλ' ἀπέραντα πέτασθαι. Καὶ καθάπερ τὰ μὲν ὑγιεινὰ τῶν σωμάτων, κἂν ἄρτῳ τρέφηται μόνῳ, εὐπαθεῖ καὶ σφριγᾷ· τὰ δὲ ἐπίνοσα, κἂν δαψιλοῦς καὶ ποικίλης ἀπολαύῃ τραπέζης, τοσούτῳ μᾶλλον ἀσθενέστερα γίνεται· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθεν· οἱ μὲν μικρόψυχοι οὐδὲ ἐν διαδήματι καὶ τιμαῖς ἀφάτοις δύναιντ' ἂν εὐθυμεῖν· οἱ δὲ φιλόσοφοι καὶ ἐν δεσμοῖς καὶ ἐν ἁλύσει καὶ ἐν πενίᾳ καθαρᾶς ἀπο- λαύουσιν ἡδονῆς. Ταῦτ' οὖν ἐννοοῦντες, πρὸς τοὺς καταδεεστέρους ἀεὶ βλέπωμεν. Ἔστι μὲν γὰρ καὶ ἑτέρα παραμυθία, ἀλλὰ φιλόσοφος καὶ τῶν πολλῶν ὑπερβαίνουσα τὴν παχύτητα. Ποία αὕτη; Ὅτι οὐδὲν πλοῦτος, οὐδὲν πενία, οὐδὲν ἀτιμία, οὐδὲν τιμὴ, ἀλλ' ἐν χρόνῳ βραχεῖ καὶ ῥήμασι διεστήκασι μόνον ἀλλή- λων.