255
Μετὰ δὲ ταύτης καὶ ἑτέρα ταύτης μείζων, τὸ τὰ μέλλοντα ἐννοεῖν καὶ κακὰ καὶ ἀγαθὰ, τὰ ὄντως κακὰ καὶ ὄντως ἀγαθὰ, καὶ ἀπ' ἐκείνων παρακαλεῖσθαι. Ἀλλ' ἐπειδὴ πολλοὶ τούτων, ὅπερ ἔφην, πόῤῥω τῶν λόγων ἑστήκασι, διὰ τοῦτο ἐκείνοις ἠναγκάσθημεν διατρῖψαι τοῖς λόγοις, ἵνα ὁδῷ καὶ ἐπὶ τούτους ἀγά- γωμεν τοὺς καταδεξαμένους ἐκεῖνα. Ταῦτ' οὖν ἅπαντα λογισάμενοι, πάντοθεν ἑαυτοὺς ῥυθμίσωμεν, καὶ οὐδέ- ποτε ἐπὶ τῶν ἀδοκήτων τούτων ἀλγήσομεν. Οὐδὲ γὰρ, εἰ ἐν εἰκόνι πλουσίους ἴδοιμεν, ζηλωτοὺς εἶναι φαίη- μεν ἂν, ὥσπερ οὐδὲ τοὺς πτωχοὺς ἐκεῖ γεγραμμένους, ἀθλίους καὶ ἐλεεινούς· καίτοι γε ἐκεῖνοι τῶν παρ' ἡμῖν πλουτούντων μονιμώτεροι· μᾶλλον γὰρ ἐν τῇ γραφῇ μένει πλούσιος, ἢ ἐν αὐτῇ τῶν πραγμάτων τῇ φύσει. Ὁ μὲν γὰρ καὶ εἰς ἔτη πολλάκις ἑκατὸν ἤρκε- σεν οὕτω φαινόμενος, οὗτος δὲ ἔστιν ὅτε οὐδὲ εἰς ἐνιαυτὸν ἐντρυφήσας τοῖς οὖσι, πάντων ἀθρόον ἐγυμνώθη. Ταῦτ' οὖν ἅπαντα λογιζόμενοι, πανταχό- θεν ἐπιτειχίσωμεν εὐθυμίαν κατὰ τῆς ἀλογίστου λύ- πης, ἵνα καὶ τὸν παρόντα βίον μεθ' ἡδονῆς διάξωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΛΘʹ. Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε. αʹ.
Ἐπάρας τοὺς ἀποστόλους καὶ καθελὼν ἑαυτὸν, εἶτα πάλιν ὑπὲρ ἐκείνους ἐπάρας, ἵνα ἰσότητα ἐργά- σηται (καὶ γὰρ ἰσότητα ἐποίησε, δείξας ἑαυτὸν καὶ πλεονεκτοῦντα καὶ πλεονεκτούμενον), καὶ ταύτῃ ἀξιό- πιστον ἑαυτὸν κατασκευάσας, οὐδὲ οὕτως αὐτοὺς 61.332 ἀφίησιν, ἀλλὰ πάλιν ἑαυτὸν ἐκείνοις συντάττει, τὴν κατὰ Χριστὸν ἐνδεικνύμενος ὁμόνοιαν. Οὐ μὴν οὕτως αὐτὸ ποιεῖ, ὡς δόξαι προσεῤῥῖφθαι αὐτοῖς, ἀλλ' ὡς καὶ αὐτὸν ἐν τῇ αὐτῇ φαίνεσθαι τάξει· οὕτω γὰρ τῷ κηρύγματι συμφέρον ἦν. ∆ιὸ καὶ ἀμφότερα ὁμοίως ἐσπούδακε, καὶ τὸ μὴ δοκεῖν αὐτῶν ὑπερορᾷν, καὶ τὸ μὴ διὰ τὴν εἰς ἐκείνους τιμὴν ἐξευτελίζεσθαι παρὰ 61.333 τῶν ἀρχομένων. ∆ιὰ τοῦτο καὶ νῦν ἐξισάζει πάλιν λέγων· Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσο- μεν. Παρ' οὗ, φησὶ, βούλεσθε μαθεῖν, μάθετε· οὐδὲν διαφέρομεν. Καὶ οὐκ εἶπεν, ὅτι Εἰ μὴ θέλετε ἐμοὶ πεισθῆναι, ἐκείνοις πείσθητε, ἀλλὰ καὶ ἑαυτὸν ἀξιό- πιστον ποιεῖ, καὶ καθ' ἑαυτὸν ἀρκεῖν φησι, καὶ ἐκείνους καθ' ἑαυτούς. Οὐδὲν γὰρ ἡ τῶν προσώπων ἐποίει διαφορὰ, τῶν ἀξιωμάτων ἴσων ὄντων. Καὶ ἐν τῇ πρὸς Γαλάτας δὲ τοῦτο ποιεῖ, προσλαμβάνων αὐ- τοὺς, οὐχ ὡς δεόμενος, ἀλλ' ἀρκεῖν μὲν λέγων καὶ ἑαυτόν· Ἐμοὶ γὰρ, φησὶν, οἱ δοκοῦντες οὐδὲν προσανέθεντο· πλὴν ἀλλὰ καὶ οὕτω διώκω αὐτῶν τὴν ὁμόνοιαν· ∆εξιὰς γὰρ ἔδωκάν μοι, φησίν. Εἰ γὰρ ἔμελλεν ἀεὶ τὸ ἀξιόπιστον Παύλου ἐν ἑτέροις εἶναι καὶ τῇ παρ' ἑτέρων μαρτυρίᾳ βεβαιοῦσθαι, μυρία ἂν ἐβλάβησαν ἐντεῦθεν οἱ μαθηταί. Οὐ τοίνυν ἑαυτὸν ἐπαίρων τοῦτο ποιεῖ, ἀλλ' ὑπὲρ τοῦ Εὐαγγε- λίου δεδοικώς. ∆ιὸ καὶ ἐνταῦθά φησιν, ἐξισάζων ἑαυ- τόν· Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσο- μεν. Καλῶς εἶπε, Κηρύσσομεν, τὴν πολλὴν παῤ- ῥησίαν ἐνδεικνύμενος. Οὐ γὰρ λάθρα οὐδὲ ἐν παρα- βύστῳ, ἀλλὰ σάλπιγγος λαμπροτέραν ἀφίεμεν φωνήν. Καὶ οὐκ εἶπεν, Ἐκηρύξαμεν, ἀλλὰ καὶ νῦν Οὕτω κηρύττομεν. Καὶ οὕτως ἐπιστεύσατε. Ἐνταῦθα οὐκ εἶπε, Πιστεύετε, ἀλλ', Ἐπιστεύσατε. Ἐπειδὴ ἐσαλεύοντο, διὰ τοῦτο ἐπὶ τοὺς ἄνω χρόνους ἀνέδρα- με, καὶ τὴν παρ' αὐτῶν ἐκείνων λοιπὸν μαρτυρίαν προστίθησιν. Εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Ὁρᾷς πῶς ἄριστα συλλογίζεται, καὶ ἀποδείκνυσι τὴν ἀνάστασιν ἐκ τοῦ τὸν Χριστὸν ἐγηγέρθαι, πρότερον ἐκεῖνο πολλαχόθεν κατασκευάσας; Καὶ γὰρ οἱ προφῆται εἶπον τοῦτο, φησὶ, καὶ αὐτὸς ἔδειξε διὰ τῆς ὄψεως, καὶ ἡμεῖς κη- ρύσσομεν, καὶ ὑμεῖς ἐπιστεύσατε,