257
αρας ἀπὸ τοῦ ζυγοῦ τοῖς ὑπηρέταις εδωκε, τὸν δὲ ζυγὸν καὶ τὰ σταθμὰ τοὺς Κελτοὺς λαβόντας ἀποχωρεῖν ἐκέλευσεν, εἰπὼν ὡς σιδήρῳ πάτριόν ἐστι ̔Ρωμαίοις καὶ οὐ χρυσῷ τὴν πατρίδα σώζειν. τοῦ δὲ Βρέννου ἀδικεῖσθαι φάσκοντος, λυομένης τῆς ὁμολογίας ἀντεῖπεν ὁ Κάμιλλος μὴ κυρίας ειναι τὰς συνθήκας αὐτοῦ μὴ συμπράξαντος, ηδη δικτάτωρος ᾑρημένου. ταραχθεὶς ουν ὁ Βρέννος μέχρι ξιφουλκίας προῆλθεν, ομως δὲ εἰς τὸ στρατόπεδον ἀπήγαγε τοὺς Κελτούς· ειτ' ἐκλιπὼν τὴν πόλιν καὶ σταδίους ἑξήκοντα προελθὼν ἐστρατοπέδευσεν. αμα δ' ἡμέρᾳ παρῆν ὁ Κάμιλλος ἐπ' αὐτὸν τεθαρρηκότας ηδη ἐπαγόμενος τοὺς ̔Ρωμαίους, καὶ τρέπεται τοὺς βαρβάρους φόνῳ πολλῷ καὶ λαμβάνει σφῶν τὸ στρατόπεδον. Ουτως ἡ ̔Ρώμη παραλόγως ηλω καὶ ἐσώθη παραλογώτερον· ὁ δὲ Κάμιλλος ἐθριάμβευσε. τῆς ουν πόλεως διεφθαρμένης παντάπασι τὸ πλῆθος ἀνοικοδομεῖν αὐτὴν οὐκ ἠβούλετο, ουτε χρήμασιν ουτε σώ2.158 μασιν ἐρρωμένοι, καὶ μικροῦ ἐξέλιπον αν αὐτήν. οὐδὲ γὰρ ἐπείθοντο ουτε τοῖς ἐν τέλει ουτε τῇ γερουσίᾳ παρακαλοῦσι καὶ συμβουλεύουσι μὴ ἐκλιπεῖν τὸ αστυ, ο ἐκ τῶν πολεμίων ηδη ἐσέσωστο, εἰ μὴ ἐν τῇ ἀγορᾷ πάντων περὶ τούτου βουλευομένων ἑκατόνταρχος φρουρὰν αγων τινὰ καὶ παρ' αὐτὴν τὴν ἐκκλησίαν διιὼν τυχαίως "ἐνταῦθα στῆτε" πρὸς τοὺς ἑπομένους αὐτῷ ἐβόησεν· "ἐνταῦθα γὰρ δεῖ ὑμᾶς μεῖναι." θείᾳ γὰρ προνοίᾳ ἐνόμισαν ταῦτ' εἰρῆσθαι, καὶ τοῦ μεταναστεῦσαι ἀπέσχοντο, πρὸς δὲ τὸν ἀνακαινισμὸν τῆς ̔Ρώμης σὺν προθυμίᾳ ἐτράποντο, καὶ τά τε τείχη καὶ τὰς ἰδιωτικὰς οἰκίας ἐντὸς ἐνιαυτοῦ ἀνεκαίνισαν. Ουπω δὲ τῆς περὶ ταῦτα παυθεῖσιν ἀσχολίας πόλεμοι προσέπεσον διαφόρων ἐθνῶν, Αἰκουῶν τε καὶ Οὐολούσκων καὶ Λατίνων. Τυρρηνοὶ δὲ Σούτριον ἐπολιόρκουν συμμαχίδα ̔Ρωμαίων πόλιν. ἀποδείκνυται ουν τὸ τρίτον δικτάτωρ ὁ Κάμιλλος· καὶ στρατεύσας ἐπ' αὐτοὺς κατετροπώσατο τοὺς λοιπούς, ἐπὶ δὲ τὸ Σούτριον ηγε τὴν στρατιάν. οἱ δὲ Σουτρῖνοι, ετυχον γὰρ τὴν πόλιν τοῖς πολεμίοις ἐκδεδωκότες καὶ ταύτης ἀποχωρήσαντες, καθ' ὁδὸν ετι οντι τῷ Καμίλλῳ μετὰ γυναικῶν καὶ παίδων ὑπήντων. ους ἰδὼν ὁ Κάμιλλος, καὶ τὰ συμβεβηκότα πυθόμενος, αὐτίκα πρὸς τὸ Σούτριον ὡς ειχεν ἠπείγετο· καὶ ἀπροσδοκήτως αὐτῷ προσβαλών, ἀφύλακτόν τε εὑρών, ἀπαθὲς κακῶν αὐθημερὸν τοῖς πολίταις αὐτὸ ἀνεσώσατο. ἐθριάμβευσεν ουν ἐπὶ τούτοις αγων τὰ ἐπινίκια καὶ ἐπὶ μέγα δόξης ῃρετο. Μάρκος δὲ Μάλλιος ὁ πρῶτος τοὺς Κελτοὺς τῷ 2.159 Καπιτωλίῳ προσβαλόντας ἐκ τῆς ακρας ὠσάμενος, οθεν καὶ Καπιτωλῖνος προσωνομάσθη, φθονῶν τῷ Καμίλλῳ μᾶλλον τῶν αλλων τυραννίδι ἐπέθετο, καὶ διὰ τοῦτο ᾠκειοῦτο τὸν ομιλον δημαγωγῶν καὶ πάντα πράττων εἰς θεραπείαν αὐτοῦ. παραλαβὸν ουν αὐτὸν τὸ πλῆθος ἀνήγαγεν εἰς τὸ Καπιτώλιον· καὶ κατέσχον αὐτό. διὸ καὶ δικτάτωρ ᾑρέθη τὸ τέταρτον ὁ Κάμιλλος. τῶν δὲ τῆς γερουσίας καὶ τῶν ἐν τέλει ἐς μέγα δέος ἐμπεπτωκότων καὶ ἀπορούντων τί αν πράξαιεν, δοῦλός τις αὐτοῖς προσελθὼν ζῶντα τὸν Καπιτωλῖνον παραδοῦναι σφίσιν ὑπέσχετο. λαβὼν ουν ὁπλίτας καὶ τάξας αὐτοὺς ἀφανῶς ἐνεδρεύειν ὑπὸ τὸ Καπιτώλιον, ὡς αὐτόμολος τῷ Καπιτωλίνῳ προσκεχωρήκει, ἐπῄνει τε αὐτὸν τῆς ἐπιχειρήσεως καὶ βοήθειαν παρὰ τῶν ὁμοδούλων αὐτῷ ἐπηγγέλλετο. καὶ ταῦτά οἱ διαλεγόμενος ἀπήγαγε τὸν ανδρα πόρρω τῶν περιεστηκότων, ὡς δή τι κοινολογούμενος αὐτῷ ἰδιαίτατα, καὶ ἠρέμα κατ' ἐκεῖνο τοῦ Καπιτωλίου προσῄει καθ' ο ἡ ἐνέδρα ἐλελόχιστο, κἀκεῖθεν αὐτὸν κάτω ἀπώσατο· ος καὶ ληφθεὶς ἀποκεκόμιστο πρὸς τὸ δικαστήριον. ὁ δὲ τάς τε ἀριστείας κατέλεγε καὶ τὸ Καπιτώλιον τοῖς τε δικάζουσι καὶ τοῖς περιεστῶσιν ἐδείκνυ, αποπτον ον ἐκεῖθεν, καὶ τῆς σωτηρίας αὐτοῦ τε καὶ τῶν ἐν αὐτῷ προσπεφευγότων πολιτῶν ἀνεμίμνησκεν, ὡς ἐντεῦθεν κατακλᾶσθαι τοὺς δικαστὰς καὶ ὑπερτίθεσθαι τὴν ψῆφον, μήτ' ἀφιέντας μήτε καταδικάζοντας. τοῦτο δὴ νοήσας ὁ Κάμιλλος εἰς αλλον τόπον τὸ δικαστήριον συνεστήσατο, οθεν οὐκ ην τὸ Καπιτώλιον αποπτον. καὶ καταψηφισθεὶς ὁ Καπιτωλῖνος ἐκεῖ ἀπήχθη τε εἰς τὸ