260
ἔφυγον κατὰ τὸν τοῦ πάθους καιρὸν, ὅμως δ' ἐκτὸς λύπης οὐκ ἦσαν, διδάσκει τὸ Εὐαγγέλιον. Ὅτε γὰρ Πέτρος ἀναγέγραπται ἀποκλαυσάμενος πικρῶς, οἵ τε λοιποὶ συνηγμένοι καὶ ὑφ' ἕνα κρυπταζόμενοι οἶκον διὰ τὸν φόβον τῶν Ἰουδαίων, οὐκ ἕξω λύπης ὑπῆρχον. Οὐκ ἂν οὖν ἁρμόσειε ταῦτα περὶ τοῦ χοροῦ τῶν ἀποστόλων λέγεσθαι, ἀλλὰ περὶ τῶν θλιβόντων αὐτὸν, περὶ ὧν ἔλεγεν· «Ἐναντίον σοῦ πάντες οἱ θλίβοντές με.» Ἐγὼ μὲν γὰρ πάντα ὑπὲρ τῆς αὐτῶν σωτηρίας ἐποίουν, καλύπτων ἐν νηστείᾳ τὴν ψυχήν μου, σάκκῳ τε ἐνδύματι χρώμενος· οἱ δὲ τὰ ἐναντία τούτοις ἔπραττον, τοτὲ μὲν ὀνειδίζοντες καὶ διασύροντες τὰς ἐμὰς νηστείας, τοτὲ δὲ ἐν ταῖς παροινίαις αὐτῶν κατ' ἐμοῦ ψάλλοντες, καὶ πάντα μᾶλλον ἢ συλλυπούμενοι. Κἀγὼ μὲν ὑπὲρ αὐτῶν ἀλγῶν ἐλυπούμην· οἱ δὲ οὐ συνήλγουν μοι, οὐδὲ συνέπασχον· ἀλλ' οὐδὲ παράκλητός τις αὐτῶν εἰς ἐμὴν παραμυθίαν εὕρηται. 23.749 Πάντα δὲ τὰ κατ' ἐμοῦ ἐγχειροῦντες, εἰς μὲν τὸ βρῶμά μου χολὴν ἔβαλλον, καίτοι τροφὰς αὐτοῖς ἐμοῦ πλουσίας παρεχομένου· διψῶντι δέ μοι ὄξος ἀντὶ ποτοῦ προσέφερον. Τοιαύτην δέ μοι ἐκίρνων χολὴν ὁποίαν ἐδήλου ὁ προφητικὸς λόγος εἰπών· «Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;» Νοήσεις δὲ ὅπως τρέφεται ὁ Σωτὴρ ἡμῶν ἐπακούων αὐτοῦ λέγοντος· «Ἐπείνων, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψων, καὶ ἐποτίσατέ με.» Εἰ δὲ ἀντὶ τροφίμων καρπῶν τῶν διὰ εὐσεβοῦς βίου πικράς τις προσφέροι κατ' αὐτοῦ βλασφημίας, τῇ τε διδασκαλίᾳ αὐτοῦ παρεμπλέκοι ἄθεα καὶ ψευδῆ δόγματα, οὗτος εἰς τὸ βρῶμα αὐτοῦ χολὴν ἐμβάλλει, καὶ διψῶντι οἶνον ἐκτροπίαν τὸν ἐκ τῆς εὐθείας ὁδοῦ παρατετραμμένον δίδωσιν. Τοιαῦτα δὲ ἐθέσπιζε περὶ τοῦ Ἰουδαίων λαοῦ Μωϋσῆς ἐν μεγάλῃ ᾠδῇ προφητικῶς ἀναφωνῶν καὶ λέγων· «Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν.» Ἔνθεν εἰκότως τοῖς αὐτοῖς καὶ διὰ Ἡσαΐου καταμέμφεται τὸ Πνεῦμα λέγον· «Ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας·» Καὶ πάλιν· «Ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν.» Ἔργοις τοιγαροῦν καὶ πράξεσι, πικρῷ τε λόγῳ καὶ βίῳ ἔδωκαν εἰς τὸ βρῶμα τοῦ Σωτῆρος χολὴν, καὶ εἰς τὴν δίψαν αὐτοῦ ἐπότισαν αὐτὸν ὄξος. Ἐπεὶ δὲ ἔδει καὶ κατὰ τὴν ἱστορίαν τὸν τῆς προφητείας ἀποπληρωθῆναι λόγον, κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ ἱστορεῖ ὁ εὐαγγελιστὴς λέγων· «Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς, ὅτι πάντα τετέλεσται ἤδη, ἵνα πληρωθῇ ἡ Γραφὴ, λέγει· ∆ιψῶ. Λεκάνη ἔκειτο ὄξους μεστή. Σπόγγον οὖν μεστὸν ποιήσαντες ὄξους μετὰ χολῆς καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. Ὅτε οὖν ἔλαβεν ὁ Ἰησοῦς τὸ ὄξος μετὰ τῆς χολῆς, εἶπε· Τετέλεσται καὶ αὕτη ἡ Γραφή, Καὶ κλίνας τὴν κεφαλὴν, ἀφῆκε τὸ πνεῦμα.» Καὶ ἐπειδὴ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα μετὰ τὴν συμπλήρωσιν τῆς Γραφῆς, εἰκότως καὶ ἐν τῷ ψαλμῷ μέχρι τούτου τὰ ἑαυτοῦ περιγράφει πάθη. Εἶτ' ἐντεῦθεν ὁποῖα μετελεύσεται αὐτοὺς θεσπίζει· «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον.» Ὥσπερ κατά τινα συνήθειαν, τὰ μέλλοντα ὡς παρῳχηκότα προφέρεσθαι εἴωθεν ἡ Γραφή· ἀρτίως γοῦν ἔλεγε τὸ, «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν,» ἀντὶ τοῦ, δώσουσι, «καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος·» ἀντὶ τοῦ, ποτίσουσι. Καὶ ἀλλαχοῦ δὲ ὁμοίως εἴρηται· «∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον·» καὶ πάλιν· «Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Ὁμοίως γὰρ καὶ ταῦτα μέλλοντα γίγνεσθαι ὡς ἤδη παρῳχηκότα προανεφωνεῖτο. Οὕτω καὶ ὅσα νομίζεται προστακτικῶς ἢ εὐκτικῶς λέγεσθαι, καὶ ταῦτα προφητικῷ τρόπῳ προαγορευτικῶς ἐξακούεται· οἷά 23.752 ἐστι τὰ μετὰ χεῖρας. Τὸ γὰρ, «Γενηθήτω ἡ τράπεζα αὐτῶν,» ἀκουστέον ἀντὶ τοῦ, «γενήσεται·» καὶ τὸ, «Σκοτισθήτωσαν οἱ