264
δοῦλον γενέσθαι τὸ δῶρον, ἀλλ' εἰς ἀνάγκην καταστῆναι τὸν βασιλέα· ἔδει φανερὰν αὐτοῦ γενέσθαι τὴν σοφίαν. ∆ιὰ τοῦτο λανθάνει ὁ εὐνοῦχος, ἵνα μὴ λάθῃ Αἴγυπτος, ἵνα μὴ ἀγνοήσῃ αὐτὸν ὁ βασιλεύς. Εἰ τότε ἐξηνέχθη, ἴσως ἂν καὶ ἐπεθύμησεν ἀπελθεῖν εἰς τὴν αὐτοῦ· διὰ τοῦτο μυρίαις ἀνάγκαις κατέχεται, πρῶτον τῇ δεσποτείᾳ, δεύτερον τῷ δεσμωτηρίῳ, τρίτον ἐν τῇ βασιλείᾳ, ἵνα ταῦτα οἰκονομηθῇ. Καθάπερ οὖν τινα γενναῖον πῶλον ἐκπηδῆσαι βουλόμενον πρὸς τοὺς αὐτοῦ, κατεῖχεν ὁ Θεὸς ἐκεῖ δι' αἰτιῶν ἐνδόξων. Ὅτι γὰρ ἐπεθύμει τὸν πατέρα ἰδεῖν καὶ ἀπαλλάξαι τῆς ὀδύνης, δῆλον ἐκ τοῦ καλέσαι αὐτὸν ἐκεῖ. δʹ. Βούλεσθε καὶ ἑτέρας ἴδωμεν ἐπιβουλὰς, ὅτι ὑπὲρ 60.343 ἡμῶν γίνονται, οὐ μόνον τῷ μισθὸν ἔχειν, ἀλλὰ καὶ τῷ ἐν αὐτῷ τῷ καιρῷ τὰ ὑπὲρ ἡμῶν ποιεῖν; Ἐπεβούλευσε τῷ τούτου πατρὶ ὁ θεῖος ὁ τούτου, καὶ τῆς πατρίδος ἐξήλασε· τί οὖν; Καὶ αὐτὸς μακρὰν τοῦ κινδύνου αὐτὸν κατέστησεν· ἐν ἀσφαλείᾳ γὰρ καὶ αὐτὸς γέγονεν· ἐποίησε φιλοσοφώτερον, ἐποίησεν ἰδεῖν τὸ ὄναρ. Ἀλλ' ἐδούλευσεν ἐν ἀλλοτρίᾳ; Ἀλλὰ παρὰ τοῖς αὐτοῦ ἀπελθὼν λαμβάνει νύμφην, καὶ ἄξιος φαίνεται τῷ κηδεστῇ. Ἀλλ' ἠπάτησε κἀκεῖνος; Ἀλλὰ καὶ τοῦτο εἰς ἀγαθὸν γέγονεν, ἵνα πολλῶν παίδων γένηται πατήρ. Ἀλλ' ἐβουλήθη ἐπιβουλεῦσαι; Ἀλλὰ καὶ τοῦτο εἰς ἀγαθὸν, ἵνα εἰς τὴν αὐτοῦ λοιπὸν ἐπανέλθῃ· εἰ γὰρ ἦν ἐν εὐπραγίᾳ, οὐκ ἂν οὕτως ἐπεθύμει τῆς ἑαυτοῦ. Ἀλλ' ἀφεῖλε τὸν μισθόν; Ἀλλὰ πλεῖον γέγονεν. Οὕτω πανταχοῦ ὅσῳ ἐπεβουλεύοντο, τοσούτῳ τὰ τούτων ἤνθει. Εἰ μὴ τὴν πρεσβυτέραν ἔλαβεν, οὐκ ἂν ταχέως ἐγένετο τοσούτων παίδων πατὴρ, ἀλλ' ἐν ἀπαιδίᾳ πολὺν ἂν εἵλκυσε χρόνον, καὶ ἐπένθησεν ἂν καθάπερ καὶ ἡ γυνή. Ἐκείνη μὲν γὰρ εἰκότως ἐπένθει, ἅτε μὴ γενομένη μήτηρ· οὗτος δὲ ἔχει παραμυθίαν· ὅθεν αὐτὴν καὶ διακρούεται. Πάλιν εἰ μὴ αὐτὸν ἀπεστέρησε τῶν μισθῶν, οὐκ ἂν ἐπεθύμησεν ἰδεῖν τὴν αὐτοῦ, οὐκ ἂν ἐφάνη ἡ φιλοσοφία τοῦ ἀνδρὸς, οὐκ ἂν μᾶλλον ᾠκειώθησαν αὐτῷ. Ὅρα γὰρ τί φασι· Καταβρώσει κατέφαγεν ἡμᾶς καὶ τὸ ἀργύριον ἡμῶν. Ὥστε τοῦ φίλτρου τοῦτο γέγονεν αἴτιον. ∆ούλας εἶχε λοιπὸν ἀντὶ γυναικῶν, καὶ ἐφιλεῖτο παρ' αὐτῶν, οὗ οὐδὲν ἴσον κτῆμα γένοιτο ἄν· οὐδὲν γὰρ, οὐδὲν τοῦ οὕτω φιλεῖσθαι παρὰ γυναικὸς καὶ φιλεῖν τιμιώτερον. Καὶ γυνὴ, φησὶν, ἀνδρὶ συμπεριφερομένη. Ἓν τοῦτο τῶν μακαριστῶν τίθησιν ὁ σοφός· τούτου γὰρ ὄντος πᾶς πλοῦτος, πᾶσα εὐπραγία περίεστιν· ὥσπερ οὖν μὴ ὄντος, τῶν ἄλλων οὐδὲν ὄφελος, ἀλλὰ πάντα ἀνατέτραπται, καὶ ἀηδίας ἐστὶ μεστὰ καὶ συγχύσεως. Οὐκοῦν καὶ ἡμεῖς τοῦτο πρὸ πάντων ζητῶμεν. Ὁ χρήματα ζητῶν, οὐ ζητεῖ τοῦτο. Ταῦτα ζητῶμεν, ἃ δύναται πάγια εἶναι. 60.344 Μὴ γάμον ζητῶμεν ἀπὸ εὐπόρων, ἵνα μὴ τῆς οὐσίας ἡ ἀμετρία φρόνημα τέκῃ τῇ γυναικὶ, ἵνα μὴ τὸ φρόνημα διαφθορᾶς αἴτιον ᾖ. Οὐχ ὁρᾷς τί ἐποίησεν ὁ Θεός; πῶς αὐτὴν ὑπέταξε; ∆ιὰ τί ἀγνώμων εἶ; διὰ τί ἀναίσθητος; Ὅπερ ἐχαρίσατό σοι ἀπὸ τῆς φύσεως, τούτου σὺ μὴ διαφθείρῃς τὴν βοήθειαν. Ὥστε οὐκ εὔπορον δεῖ ζητεῖν, ἀλλ' ὥστε κοινωνὸν βίου λάβωμεν εἰς κατάστασιν παιδοποιίας. Οὐχ ἵνα χρήματα εἰσφέρῃ γυνὴ, διὰ τοῦτο αὐτὴν ἔδωκεν ὁ Θεὸς, ἀλλ' ἵνα ᾖ βοηθός. Ἡ δὲ χρήματα εἰσφέρουσα, καὶ ἐπίβουλος [καὶ δέσποινα ἀντὶ γυναικὸς γίνεται· ἢ τάχα θηρίον ἀντὶ γυναικὸς], ἀξιοῦσα μεγάλα διὰ τὸν πλοῦτον φρονεῖν. Οὐδὲν αἰσχρότερον ἀνδρὸς οὕτω βουλευομένου πλουτεῖν. Εἰ γὰρ αὐτὸ τὸ πλουτεῖν πειρασμῶν γέμει, τὸ οὕτω πλουτεῖν ποῦ θήσομεν; Μὴ γὰρ, εἴ τις σπανιάκις καὶ παρὰ τὸ συμβαῖνον καὶ παρὰ λόγον ἐπέτυχε, τοῦτο ἴδῃς· οὐδὲ γὰρ ἐν τοῖς ἄλλοις πράγμασιν οἷς ἀπολαύουσί τινες, καὶ ἐκ παραδόξου ἐπιτυγχάνουσι, προσέχειν δεῖ· ἀλλ' αὐτὸ τὸ κατὰ λόγον ἴδωμεν, εἰ μὴ μυρίας ἀηδίας γέμει τὸ πρᾶγμα. Οὐκ αὐτὸς μόνος ἐν ἀδοξίᾳ γίνῃ, ἀλλὰ καὶ παῖδας καταισχύνεις, πένητας ἀφεὶς, εἰ συμβαίη προαπελθεῖν, καὶ αὐτῇ πολλὰς δίδως ἀφορμὰς τοῦ δευτέρῳ πάλιν προσομιλῆσαι νυμφίῳ. Ἢ οὐχ ὁρᾷς, ὅτι πολλαῖς αὕτη γέγονεν ἡ πρόφασις δευτέρου γάμου, τὸ μὴ καταφρονεῖσθαι, τὸ ζητεῖν τοὺς ἐφισταμένους τοῖς ὑπάρχουσι; Μὴ δὴ τοσαῦτα ἐργαζώμεθα κακὰ διὰ χρήματα· ἀλλὰ πάντα ἀφῶμεν, καὶ ψυχὴν ζητῶμεν