266
πολλὰς ἐναφιεῖσα τὰς ἀηδίας. Μὴ γάρ μοι κατακειμένους μόνον τοὺς τρυ- φῶντας ἴδῃς, ἀλλ' ὅταν αὐτοὺς ἀναστάντας ἴδῃς, τότε παρακολούθησον, καὶ ὄψει θηρίων μᾶλλον καὶ ἀλό- γων, ἢ ἀνθρώπων σώματα. Ὄψει γὰρ καρηβα- ροῦντας, διατεινομένους, συνδεδεμένους, κλίνης δεο- μένους καὶ στρωμνῆς καὶ ἡσυχίας πολλῆς, καὶ καθ- άπερ ἐν κλυδωνίῳ πολλῷ ταραττομένους, καὶ τῶν 61.347 διασωζόντων δεομένους, καὶ ἐπιθυμοῦντας τῆς κα- ταστάσεως ἐκείνης, ἐν ᾗ πρὶν ἢ διαῤῥαγῆναι ἦσαν. Καθάπερ γὰρ αἱ κύουσαι τῶν γυναικῶν, οὕτω βαρού- μενοι τὰς γαστέρας περιφέρονται, καὶ μόλις ἐπι- βαίνουσι, καὶ μόλις βλέπουσι, καὶ μόλις φθέγγονται, καὶ πάντα μόλις. Ἂν δὲ μικρὸν αὐτοὺς τύχῃ κατα- δαρθεῖν, ὀνείρατα πάλιν ἄτοπα καὶ μυρίων γέμοντα φαντασιῶν ὁρῶσι. Τί ἄν τις εἴποι τὴν ἑτέραν τούτων μανίαν, τὴν τῶν ἀφροδισίων λέγω; Καὶ γὰρ καὶ αὕτη τὰς πηγὰς ἐντεῦθεν ἔχει· καὶ καθάπερ ἵπποι θηλυ- μανεῖς, οὕτω τῷ οἴστρῳ τῆς μέθης κεντούμενοι, πᾶσιν ἐπιπηδῶσιν, ἀλογώτερον καὶ μανικώτερον ἐκείνων σκιρτῶντες, καὶ πολλὰ ἕτερα ἀσχημονοῦντες, 61.348 ἃ μηδὲ εἰπεῖν θέμις. Οὐδὲ γὰρ ἴσασι λοιπὸν οὔτε ἃ πάσχουσιν, οὔτε ἃ πράττουσιν. Ἀλλ' οὐχ ὁ μὴ τρυ- φῶν, τοιοῦτος· ἀλλ' ἐν λιμένι κάθηται τὰ ἑτέρων ὁρῶν ναυάγια, καὶ ἡδονῆς ἀπολαύει καθαρᾶς καὶ διαρκοῦς, τὴν ἐλευθέρῳ προσήκουσαν ζωὴν μετιών. Ταῦτ' οὖν εἰδότες, φύγωμεν τὰ πονηρὰ τῆς τρυφῆς συμ- πόσια, καὶ λιτῆς ἀντεχώμεθα τραπέζης, ἵνα καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα εὖ διακείμενοι, πᾶσάν τε ἐργα- σώμεθα ἀρετὴν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Μʹ. Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ
ἐγείρονται; τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν; αʹ. Ἑτέρῳ πάλιν ἐπιχειρεῖ κεφαλαίῳ, ποτὲ μὲν ἐξ ὧν ὁ Θεὸς ποιεῖ, ποτὲ δὲ ἐξ αὐτῶν ὧν πράττουσι, τὰ λεγόμενα κατασκευάζων. Οὐ μικρὸν δὲ καὶ τοῦτο εἰς συνηγορίαν δικαίωμα, ὅταν τοὺς ἀντιλέγοντας αὐτοὺς μάρτυρας παραγάγῃ, δι' ὧν ποιοῦσι, τῶν λεγομένων. Τί οὖν ἐστιν ὅ φησιν; ἢ βούλεσθε πρῶτον εἴπω, πῶς παραποιοῦσι τὴν ῥῆσιν ταύτην οἱ τὰ Μαρκίωνος νο- σοῦντες; Καὶ οἶδα μὲν ὅτι πολὺν κινήσω γέλωτα, πλὴν ἀλλὰ καὶ διὰ τοῦτο μάλιστα ἐρῶ, ἵνα μειζόνως αὐτῶν φύγητε τὴν νόσον. Ἐπειδὰν γάρ τις κατηχού- μενος ἀπέλθῃ παρ' αὐτοῖς, τὸν ζῶντα ὑπὸ τὴν κλίνην τοῦ τετελευτηκότος κρύψαντες, προσίασι τῷ νεκρῷ καὶ διαλέγονται καὶ πυνθάνονται, εἰ βούλοιτο λαβεῖν τὸ βάπτισμα· εἶτα ἐκείνου μηδὲν ἀποκρινομένου, ὁ κεκρυμμένος κάτωθεν ἀντ' ἐκείνου φησὶν, ὅτι δὴ βούλοιτο βαπτισθῆναι· καὶ οὕτω βαπτίζουσιν αὐτὸν ἀντὶ τοῦ ἀπελθόντος, καθάπερ ἐπὶ τῆς σκηνῆς παί- ζοντες· τοσοῦτον ἴσχυσε ταῖς τῶν ῥᾳθύμων ψυχαῖς ὁ διάβολος. Εἶτα ἐγκαλούμενοι, τουτὶ παράγουσι τὸ ῥῆμα λέγοντες, ὅτι καὶ ὁ Ἀπόστολος εἴρηκεν· Οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν. Εἶδες τὸν καταγέ- λωτα τὸν πολύν; ἆρ' οὖν πρὸς ταῦτα ἀντειπεῖν ἄξιον; Οὐκ ἔγωγε οἶμαι· πλὴν εἰ μὴ καὶ τοῖς μαινομένοις, ὑπὲρ ὧν παραπαίοντες φθέγγονται, διαλέγεσθαι δεῖ. Ἵνα δὲ μηδεὶς τῶν σφόδρα ἀφελεστέρων ἁλῷ, ἀναγ- καῖον ὑπομεῖναι καὶ τὴν πρὸς τούτους ἀντίῤῥησιν. Εἰ γὰρ τοῦτο ἔλεγε Παῦλος, τίνος ἕνεκεν ἠπείλησεν ὁ Θεὸς τῷ μὴ βαπτιζομένῳ. Οὐ γὰρ ἔστι τινὰ μὴ βαπτισθῆναι λοιπὸν ἐπινοηθέντος τούτου· ἄλλως δὲ τὸ ἔγκλημα οὐκέτι παρὰ τὸν ἀπελθόντα γίνεται, ἀλλὰ παρὰ τὸν ζῶντα. Τίσι δὲ ἔλεγεν, Ἐὰν μὴ φάγητέ μου τὴν σάρκα, καὶ πίητέ μου τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς; τοῖς ζῶσιν, ἢ τοῖς τετελευτηκόσιν, εἰπέ μοι, καὶ πάλιν, Ἂν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται ἰδεῖν τὴν βα- σιλείαν τοῦ Θεοῦ; Εἰ