272
ἐξ ἀσθενείας ἐσταυρώθη, ἀλλ' οὔτι γε νικηθεὶς ὑφ' ἑτέρων, αὐτὸς δὲ ἑαυτὸν ἀσθενῆ ποιήσας, καὶ ἑαυτὸν παραδοὺς ὑποχείριον ἀνθρώποις· ὃ δὴ διδάσκει φάσκων· «Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.» Ὥσπερ οὖν ἐκένωσεν αὐτὸς ἑαυτὸν μορφὴν δούλου λαβὼν, οὕτως ἀσθενῆ ἑαυτὸν εἰργάσατο, ὅπως ἁλωτὸς γένηται ἀνθρώποις, καὶ ἵνα σταυρὸν ὑπομένῃ «ὑπήκοος γιγνόμενος» τῷ Πατρὶ «μέχρι θανάτου, καὶ θανάτου σταυροῦ.» ∆ιό φησιν· «Ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με.» Εἶτα ἐπειδὴ τοῦ πάθους ἑαυτοῦ ἐμνημόνευσε καὶ τῶν τὸ πάθος ἐργασαμένων ἀκολούθως ποιεῖται μνήμην λέγων· «Ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ, καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου·» ἢ κατὰ τὸν Σύμμαχον, «Καὶ οἱ ἐπιτηροῦντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ λέγοντες· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτὸν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος.» Ταῦτα γὰρ ἔλεγον οἱ ἀρχιερεῖς καὶ οἱ σὺν αὐτοῖς κατὰ τὸν καιρὸν τοῦ πάθους, κινοῦντες αὐτῶν τὰς κεφαλὰς καὶ λέγοντες· «Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτὸν, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ βασιλεύς ἐστι τοῦ Ἰσραὴλ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ.» «Ὁ Θεὸς, μὴ μακρύνῃς ἀπ' ἐμοῦ· ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες.» Οἱ μὲν προλεχθέντες ἐχθροί μου ἔλεγον· «Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν·» ἐγὼ δὲ ἀντιβολῶ καὶ δέομαί σε τὸν ἐμαυτοῦ Θεὸν παρεῖναί μοι διαπαντὸς, μηδὲ μακράν μου ἵστασθαι, προσέχειν δὲ εἰς τὴν βοήθειάν μου. Σὲ γὰρ βοηθὸν κτώμενος, οἶδ' ὅτι ὄψομαι καταισχυνομένους πάντας μου τοὺς ἐχθρούς. Τὸ δὲ, «αἰσχυνθήτωσαν,» συνήθως τῇ θείᾳ Γραφῇ καὶ νῦν ἀντὶ τοῦ, «αἰσχυνθήσονται» εἴρηται· καὶ τὸ, «ἐκλειπέτωσαν,» ἀντὶ τοῦ, «ἐκλείψουσιν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου·» ἢ κατὰ τὸν Σύμμαχον, «οἱ ἀντικείμενοι τῇ ψυχῇ μου.» Ὅπως δὲ ἐκλελοίπασιν αἰσχύνην καταχεάμενοι οἱ τὸν θάνατον αὐτῷ τυρεύσαντες, οὐ μακρῶν ἡμῖν δεῖ λόγων· ὁπότε ἐξ ἐκείνου ἐκλέλοιπε πᾶς ἀρχιερεὺς παρ' αὐτοῖς, Φαρισαίων δὲ οὐδὲ ὄνομα ἔτι λείπεται, οὐδὲ μνήμη τῶν παρ' αὐτοῖς ἀξιωμάτων. Ἐξέλιπον γὰρ ἄρχοντες ἐξ Ἰούδα καὶ ἡγούμενοι ἐκ τῶν μηρῶν αὐ 23.781 τοῦ, τῆς προσδοκίας τῶν ἐθνῶν ἐπιστάσης κατὰ τὴν τοῦτο θεσπίζουσαν προφητείαν. Καὶ οὔτε βασιλεῖς, οὔτε ἡγεμόνες, οὔτε τινὲς παρ' αὐτοῖς δυνάσται εἰσὶν, οὐδέ τι τάγμα τῶν πάλαι παρ' αὐτοῖς ὄντων περιλέλειπται· καταισχυνθέντες δὲ πάντες ἐκλελοίπασιν οἱ διαβάλλοντες αὐτοῦ τὴν ψυχήν. Ἐν ὁποίᾳ δὲ αἰσχύνῃ τυγχάνουσιν εἰσέτι καὶ νῦν οἱ τῶν Ἰουδαίων προεστάναι νομιζόμενοι, ὁρῶντες ἑαυτοὺς μὲν διὰ πάσης Γραφῆς ἐπὶ εἰδωλολατρείαις διαβεβλημένους, πάντα δὲ τὰ καθ' ὅλης τῆς οἰκουμένης ἔθνη διὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας τῆς πατροπαραδότου πλάνης μεταβεβληκότα· ἐν οἷς ἤδη τυγχάνουσιν, ἐντροπῇ ὁρῶντες ἑαυτοὺς μὲν τῆς βασιλικῆς αὐτῶν μητροπόλεως καὶ ἀποβλήτους, Ἕλληνας δὲ ἄνδρας ἀλλογενεῖς καὶ ἀλλοφύλους τὸν τόπον αὐτῶν οἰκοῦντας, κατὰ πάσας τε ἐπαρχίας καὶ χώρας, καὶ πόλεις τοὺς ἐξ ἐθνῶν τὰς περὶ τοῦ Σωτῆρος προφητικὰς φωνὰς κηρύττοντας; Αἰσχύνη δὲ ἀληθῶς καὶ ἐντροπὴ κατείληφεν αὐτῶν τὰς ψυχὰς, τὸν χθὲς δι' αὐτῶν σταυρῷ παραδοθέντα καθ' ὅλης τῆς οἰκουμένης προσκυνούμενον καὶ θεολογούμενον ὁρῶντας· ἃ δὴ ἐπληροῦτο ἀκολούθως τῇ μετὰ χεῖρας προῤῥήσει λεγούσῃ· «Περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι.» Καὶ οὗτοι μὲν τάδε πείσονται· «Ἐγὼ δὲ,» ὑπ' αὐτῶν τὰ τοσαῦτα πεπονθὼς, «διαπαντὸς, φησὶν, ἐλπιῶ, καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.» Ἐπεὶ δὲ κατὰ πάντας τοὺς ἑρμηνεύσαντας τὸ, «προσθήσω,» λέλεκται ὅ τε Ἀκύλας φησὶ, «Καὶ προσθήσω ἐπὶ πάσας ὑμνήσεις·» καὶ ὁ Σύμμαχος, «καὶ προσθήσω τοῖς ὕμνοις·» ὅρα εἰ μὴ προσθήκην ἐποιήσατο τοῖς τοῦ Πατρὸς ὕμνοις, τὴν Καινὴν ∆ιαθήκην πρὸς τῇ Παλαιᾷ