273
λόγον. Ὃ γὰρ ἐποιοῦντο ἐκεῖνοι τεκμήριον τοῦ μὴ ἀνίστασθαι, τοῦτο τοῦ ἀνίστασθαι ποιεῖται ἀπόδειξιν· καὶ γὰρ ἔλεγον οὐκ ἀνίστασθαι, ἐπειδὴ ἀπέθανε. Τί οὖν αὐτὸς ἀντιστρέψας φησί; Καὶ μὴν εἰ μὴ ἀπ- έθανεν, οὐκ ἂν ἀνέστη· καὶ διὰ τοῦτο ἀνίσταται, ἐπειδὴ ἀπέθανε. Καθάπερ γὰρ ὁ Χριστὸς σαφέστερον αὐτὸ τοῦτο ἐνδείκνυται λέγων· Ὁ κόκκος τοῦ σί- του, ἐὰν πεσὼν εἰς τὴν γῆν μὴ ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέ- ρει· ἐκεῖθεν καὶ ὁ Παῦλος τὸ παράδειγμα τοῦτο ἑλκύσας, οὐκ εἶπεν, ὅτι Οὐ ζῇ, ἀλλ', Οὐ ζωοποιεῖται, πάλιν τοῦ Θεοῦ τὴν δύναμιν παραλαμβάνων, καὶ δεικνὺς ὅτι οὐχ ἡ τῆς γῆς φύσις, ἀλλ' αὐτὸς τὸ πᾶν ἐργάζεται. Καὶ τί δήποτε οὐχ ὅπερ οἰκειότερον ἦν, τοῦτο ἤγαγεν εἰς μέσον, τὸ σπέρμα λέγω τὸ ἀνθρώ- πινον; Καὶ γὰρ καὶ ἡ ἡμετέρα γέννησις ἀπὸ φθορᾶς ἄρχεται, ὥσπερ ἡ τοῦ σίτου. Ὅτι οὐκ ἦν ἴσον, ἀλλὰ τοῦτο πλέον. Ὁλόκληρον γάρ τι ζητεῖ φθειρόμενον, ἐκεῖνο δὲ μέρος ἦν· διόπερ τοῦτο εἰς μέσον ἄγει. Ἄλ- λως δὲ, ἐκεῖνο μὲν καὶ ἀπὸ ζῶντος πρόεισι, καὶ εἰς ζῶσαν ἐμπίπτει γαστέρα· ἐνταῦθα δὲ οὐκ εἰς σάρκα, ἀλλ' εἰς τὴν γῆν ὁ σπόρος καταβάλλεται, καὶ εἰς αὐ- τὴν διαλύεται, καθάπερ τὸ σῶμα τὸ τεθνηκός. ∆ιὸ καὶ ταύτῃ οἰκειότερον ἦν τὸ ὑπόδειγμα. Καὶ ὁ σπεί- ρων, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρει. Τὰ μὲν γὰρ ἔμπροσθεν εἰρημένα, πρὸς τὸ λέγειν πῶς ἐγεί- ρονται· τοῦτο δὲ, πρὸς τὸ διαπορεῖν ποίῳ σώματι ἔρχονται. Τί δέ ἐστιν, Οὐ τὸ σῶμα τὸ γενησόμε- νον σπείρεις; Οὐ στάχυν ὁλόκληρον, οὐδὲ σῖτον νέον. Ἐνταῦθα γὰρ οὐκέτι πρὸς τὴν ἀνάστασιν ὁ λό- γος, ἀλλὰ πρὸς τὸν τρόπον τῆς ἀναστάσεως, ποταπὸν τὸ σῶμα τὸ μέλλον ἀνίστασθαι, οἷον εἰ τοιοῦτον, ἢ βέλτιον καὶ λαμπρότερον· καὶ ἀμφότερα ἀπὸ τοῦ αὐτοῦ ὑποδείγματος λαμβάνει, δεικνὺς ὅτι πολλῷ βέλτιον. βʹ. Ἀλλ' οἱ αἱρετικοὶ μηδὲν τούτων συνιέντες ἐπιπη- δῶσι, καὶ λέγουσιν, ὅτι Ἕτερον σῶμα πίπτει, καὶ ἕτερον σῶμα ἀνίσταται. Πῶς οὖν ἀνάστασις; τοῦ γὰρ πεσόντος ἐστὶν ἡ ἀνάστασις. Ποῦ δὲ τὸ θαυμαστὸν καὶ παράδοξον κατὰ τοῦ θανάτου νικητή- ριον, εἰ ἄλλο πίπτει, καὶ ἄλλο ἀνίσταται; οὐκέτι γὰρ φανήσεται ἐκεῖνος ἀποδοὺς ὅπερ ἔλαβεν αἰχμάλωτον. Πῶς δὲ τὸ ὑπόδειγμα ἁρμόσειεν ἂν τοῖς εἰρημένοις; οὐ γὰρ ἄλλη μὲν οὐσία σπείρεται, ἄλλη δὲ ἐγείρεται, ἀλλ' ἡ αὐτὴ βελτίων. Ἔσται δὲ οὐδὲ ὁ Χριστὸς τὸ αὐτὸ σῶμα ἀνειληφὼς, ἀπαρχὴ τῶν ἀνισταμένων γε- νόμενος· ἀλλὰ καθ' ὑμᾶς ἐκεῖνο μὲν ἔῤῥιψε, καίτοι γε οὐδὲν ἡμαρτηκὸς, ἕτερον δὲ ἔλαβεν. Πόθεν ἄρα τὸ ἕτερον; τοῦτο μὲν γὰρ ἐκ παρθένου, ἐκεῖνο δὲ πόθεν; Ὁρᾷς εἰς ὅσην ἀτοπίαν ὁ λόγος ἐξεκυλίσθη; ∆ιὰ τί γὰρ καὶ τοὺς τύπους δείκνυσι τῶν ἥλων; οὐχὶ τοῦτο ἀποδεῖξαι θέλων, ὅτι αὐτὸ ἐκεῖνό ἐστι τὸ ἀνασκολο- πισθὲν, καὶ αὐτὸ πάλιν ἀνέστη; Τί δὲ καὶ ὁ τύπος βούλεται αὐτῷ ὁ τοῦ Ἰωνᾶ; οὐ γὰρ δήπου ἄλλος μὲν κατεπόθη, ἄλλος δὲ εἰς τὴν γῆν ἐξηνέχθη Ἰωνᾶς. Τί δὲ καὶ ἔλεγε, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρι- σὶν ἡμέραις ἐγερῶ αὐτόν; τὸν γὰρ λυόμενον δηλον- ότι τοῦτον καὶ ἀνίστη. ∆ιὸ καὶ προσέθηκεν ὁ εὐαγ- 61.357 γελιστὴς, ὅτι Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὑτοῦ. Τί οὖν φησιν, Οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις; Τουτέστιν, οὐ τὸν ἄσταχυν· καὶ γὰρ αὐτός ἐστι, καὶ οὐκ αὐτός· αὐτὸς μὲν, ὅτι αὐτὴ ἡ οὐσία· οὐκ αὐτὸς δὲ, ὅτι βελτίων οὗτος, τῆς μὲν αὐτῆς οὐσίας μενούσης, μείζονος δὲ τῆς εὐπρε- πείας γινομένης, καὶ καινοῦ τοῦ αὐτοῦ ἀνισταμένου· ἐπειδὴ εἰ μὴ τοῦτο ἦν, οὐδὲ ἀναστάσεως ἔδει, εἰ μὴ βέλτιον ἀνίστασθαι ἔμελλε. Τί γὰρ καὶ καθῄρει τὴν οἰκίαν, εἰ μὴ λαμπροτέραν ἔμελλε οἰκοδομεῖν; Τοῦτο τοίνυν πρὸς τοὺς νομίζοντας τὴν αὐτὴν εἶναι φθορὰν εἶπεν. Εἶτα, ἵνα μὴ ἄλλο τις πάλιν ὑποπτεύσῃ σῶμα ἐντεῦθεν εἰρῆσθαι, παραμυθεῖται τὸ αἴνιγμα, καὶ αὐ- τὸς ἑρμηνεύει τὸ εἰρημένον, μὴ συγχωρῶν τῷ ἀκροατῇ ἀλλαχοῦ περιάγειν τὴν ἔννοιαν τὴν ἐντεῦθεν. Τί τοί- νυν δεῖ τῶν ἡμετέρων λόγων; Ἄκουσον αὐτοῦ λέ- γοντος καὶ ἑρμηνεύοντος τί ἐστιν· Οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις. Εὐθέως γὰρ ἐπήγαγεν, Ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου, ἤ τινος τῶν τοιούτων σπερμάτων. Τουτέστιν, Οὐ τὸ σῶμα τὸ γενησόμενον· οἷον οὐχ οὕτω περιβεβλημένον, οὐδὲ κα-