276
βασιλέα, ἔκτοτε καὶ μέχρι τοὐμοῦ πατρὸς οὐδεὶς ἄκροις ποσὶ τῆς Ἀσιάτιδος ἐφάψασθαι τὸ παράπαν τετόλμηκεν.
15.11.1 Ἵνα τί δὲ περὶ τούτων; Αἰσθάνομαι γὰρ ἐμαυτῆς οἷον τῆς λεωφόρου ἐκτρεπομένης, διττόν μοι τὸν ἀγῶνα τοῦ λόγου τῆς προκειμένης ὑπαγορευούσης ὑποθέσεως ἱστορεῖν ἅμα καὶ τραγῳδεῖν τὰ ξυμπεσόντα τῷ αὐτοκράτορι, ἱστορεῖν μὲν τοὺς ἀγῶνας, εἰς μονῳδίαν δὲ ἄγειν ὁπόσα τὴν καρδίαν διεμασσήσατο. Μεθ' ὧν τάττοιμι ἂν καὶ τὸν ἐκείνου θάνατον καὶ πάσης τῆς ἐπιγείου λήξεως ὄλεθρον. Ἀλλὰ γὰρ ἀναμέμνημαι καὶ λόγων τινῶν πατρικῶν τῆς μὲν ἱστορίας ἀπαγόντων, εἰς δὲ τοὺς θρήνους καὶ τὰς ὀλοφύρ σεις παρακαλούντων. Ἤκουον γὰρ καὶ τούτου πολλάκις, ἤκουον τὴν μητέρα καὶ βασιλίδα ἀνακόπτοντος ἐπιτάττου σαν τοῖς σοφοῖς διὰ τῆς ἱστορίας τοῖς ἐς ὕστερον παρα πέμψαι τοὺς ἐκείνου πόνους καὶ τὰ πολλὰ ἆθλα ἐκεῖνα καὶ τὰ σκάμματα, μονῳδεῖν δὲ ἐπ' αὐτῷ καὶ κλαίειν τὰ συμπε σόντα οἱ δεινά. 15.11.2 Οὔπω γὰρ ἔτος ἓν πρὸς τῷ ἡμίσει διελήλυθεν ἐξ οὗπερ τῆς ἐκστρατείας ἐπανελήλυθεν ὁ αὐτοκράτωρ, καὶ νόσος ἄλλη δεινή τις ἐπισκήψασα βρόχον ἐπήνεγκε τούτῳ θανάσιμον, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, τὴν τοῦ παντὸς καταστροφὴν καὶ φθοράν. Ἀλλ' ἐπεὶ τὸ τῆς ὑποθέσεως ἐκβιάζει μέγεθος, φιλοπάτωρ τε ἅμα καὶ φιλο μήτωρ ἐξ αὐτῶν σπαργάνων γεγενημένη θεσμοὺς ἱστορίας ὑπερεκπίπτειν ἔρχομαι διηγησομένη, ὅπερ οὐ πάνυ τι βού λομαι, τὴν τοῦ αὐτοκράτορος τελευτήν. Ἱπποδρομίας γὰρ γενομένης, ἐξ αἰτίας ἀνέμου τηνικαῦτα πνεύσαντος σφο δροῦ, ἀναρροιβδῆσαν οἷον τὸ ῥεῦμα καὶ τῶν ἄκρων ὑποχω ρῆσαν θάτερον τῶν ὤμων κατειλήφει. Οἱ μὲν οὖν πολλοὶ τῶν ἰατρῶν οὐδὲ συνίεσαν ὅλως τὴν ἐπερχομένην ἡμῖν ἀπειλὴν ἐντεῦθεν. Ὁ δέ γε Καλλικλῆς Νικόλαος, οὑτωσὶ γὰρ προσηγορεύετο, μάντις ἦν ἡμῖν τῶν ἀπευκταίων κακῶν καὶ πτοεῖσθαι ἔλεγε, μὴ τῶν ἄκρων ὑποχωρῆσαν καὶ ἄλλην διαπορευόμενον ἀβοήθητον τὸν κίνδυνον τῷ κάμνοντι ἀπερ γάσοιτο· κἂν πιστεύειν οὐκ εἴχομεν, ὅτι μηδ' ἠβουλόμεθα. 15.11.3 Οὐδεὶς μὲν οὖν τηνικαῦτα πλὴν τοῦ Καλλικλέους διά τινων καθαρσίων κένωσιν προετεθύμητο. Οὐδὲ γὰρ εἴωθε τὸ σῶμα τοῦτο λαμβάνειν καθάρσιον, ἀλλὰ παντάπασιν ἀγύμναστος ἦν πρὸς τὰς φαρμακοποσίας. Ὧιπερ οἱ πλείους καὶ μᾶλλον ὁ Παντεχνὴς Μιχαὴλ συγχρώμενος παντελῶς ἀπεῖργε τὴν κάθαρσιν. Ὁ δέ γε Καλλικλῆς τοῦ μέλλοντος στοχασάμενος ἐπιφωνηματικῶς αὐτοῖς ἔλεγεν ὡς· «Νῦν μὲν τῶν ἄκρων ἡ ὕλη ἀφεμένη πρὸς τὸν ὦμον ἐνέσκηψε καὶ τὸν τράχηλον· εἰσαῦθις δὲ μὴ διὰ καθαρσίων κενωθεῖσα εἴς τι τῶν πρωτουργῶν μορίων ἢ καὶ αὐτὴν τὴν καρδίαν ἐπιρρεύσασα ἀνίατον τὴν βλάβην ἀπεργάσεται». Παρῆν γὰρ καὶ αὐτὴ ἐξ ἐπιταγῆς τῆς ἐμῆς δεσποίνης ἐφ' ᾧ τοῖς τῶν ἰατρῶν λόγοις διαιτῆσαι, καὶ ἤκουον τῶν λεγομένων καὶ τοῖς τοῦ Καλλικλῆ κἀγὼ συνετιθέμην λόγοις. Τῶν πλειόνων δ' ὅμως ἡ ψῆφος ἐκράτει. Ἀλλὰ τότε δὴ τότε τὸ μὲν ῥεῦμα τοῦ βασιλικοῦ σώματος τὰς συνήθεις ἐπικρατῆσαν ἡμέρας ἀπεμαραίνετο καὶ πρὸς ὑγείαν ὁ κάμνων ἐπανῄει. 15.11.4 Οὔπω μῆνες παρῆλθον ἓξ καὶ ὀλέθριον νόσημα, ἐκ τῆς πολλῆς τάχα ἀθυμίας τῶν καθ' ἑκάστην προσπιπτόντων αὐτῷ καὶ τῆς συνόδου τῶν κοινῶν φροντίδων ξυμβέβηκε. Καὶ ἤκουον αὐτοῦ θαμὰ πρὸς τὴν βασιλίδα διηγουμένου καὶ οἷον ἐπεγκαλοῦντος αὐτῇ τὸ νόσημα· «Τί ποτ' ἄρα τὸ συμβαῖνόν μοι περὶ τὴν ἀναπνοὴν πάθος; Βούλομαι γὰρ ἀναπνεῦσαι βαθὺ καὶ ἀθρόον καὶ οἷον κουφισθῆναι τῆς ἐγκειμένης ἀνίας ἐν τῇ καρδίᾳ· τοῦτο δὲ πολλάκις ἐπιχει ρῶν οὐδὲ ἅπαξ δύναμαι πολλοστημόριον ἀναπέμψαι τοῦ ἐπιθλίβοντος βάρους. Τὸ δ' ἐπίλοιπον καθάπερ τις λίθος ἐπίκειταί μου τῇ καρδίᾳ βαρύτατος, ἀνακοπῆς ἐν τῷ μεταξὺ γενομένης τοῦ στεναγμοῦ, καὶ τὴν αἰτίαν συνιδεῖν οὐκ ἂν ἔχοιμι οὐδ' ὁπόθεν τὸ τοιοῦτον πάθος ἐγγίνεταί μοι. Καὶ ἄλλο δέ τι προσαναγγέλλω, φιλτάτη ψυχή, κοι νωνὲ τῶν ἐμῶν παθῶν καὶ