276
ἔχων μαρτυροῦσαν τῇ ἀρίστῃ τοῦ Θεοῦ οἰκονομίᾳ, καὶ δεικνὺς ὅτι ἐπὶ τὸ βέλτιον ἀεὶ τὰ ἡμέτερα πρόεισιν, ἅμα κἀντεῦθεν πιστούμενος τὸν λόγον. Εἰ γὰρ τὰ ἐλάττονα ἐξέβη, πολλῷ μᾶλλον τὰ βελτίω προσδοκᾷν χρή. Ἐπεὶ οὖν τοιούτων μέλλομεν ἀπολαύειν ἀγαθῶν, εἰς ταύτην ἑαυτοὺς κατατάξωμεν τὴν τάξιν, καὶ μὴ κλαίωμεν τοὺς ἀπιόντας, ἀλλὰ τοὺς κακῶς τὸν βίον καταλύοντας. Ἐπεὶ καὶ γεωργὸς, ὅταν ἴδῃ τὸν σῖτον διαλυόμενον, οὐ θρηνεῖ, ἀλλ' ἕως μὲν ἂν βλέπῃ στε- ρεὸν ἐν τῇ γῇ μένοντα, δέδοικε καὶ τρέμει· ἐπειδὰν δὲ ἴδῃ διαλυθέντα, χαίρει. Ἀρχὴ γὰρ τῆς μελλούσης σπορᾶς ἡ διάλυσις. Οὕτω καὶ ἡμεῖς τότε χαίρωμεν, ὅταν πέσῃ ἡ οἰκία ἡ φθαρτὴ, ὅταν σπαρῇ ὁ ἄνθρωπος. Καὶ μὴ θαυμάσῃς, εἰ σπορὰν τὴν ταφὴν ἐκάλεσε· καὶ γὰρ αὕτη βελτίων ἡ σπορά. Ἐκείνην μὲν γὰρ διαδέ- χονται θάνατοι καὶ πόνοι καὶ κίνδυνοι καὶ φροντίδες, ταύτην δὲ, ἂν ὀρθῶς βιῶμεν, στέφανοι καὶ βραβεῖα· καὶ τὴν μὲν φθορὰ καὶ θάνατος, τὴν δὲ ἀφθαρ- σία καὶ ἀθανασία καὶ τὰ μυρία ἀγαθά· ἐπ' ἐκείνης τῆς σπορᾶς συμπλοκαὶ καὶ ἡδοναὶ καὶ ὕπνος, ἐπὶ ταύτης δὲ φωνὴ μόνον ἐκ τῶν οὐρανῶν καταβαίνουσα, καὶ πάντα ἀθρόως τελεσφορεῖται. Καὶ ὁ ἀνιστάμενος οὐκέτι λοιπὸν ἐπὶ βίον ἄγεται πολύμοχθον, ἀλλ' ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Εἰ δὲ καὶ προστασίαν ἐπιζητεῖς, καὶ διὰ τοῦτο θρηνεῖς τὸν ἄν- δρα, ἐπὶ τὸν κοινὸν πάντων προστάτην καὶ σωτῆρα καὶ εὐεργέτην κατάφυγε τὸν Θεὸν, ἐπὶ τὴν ἄμαχον συμμαχίαν, ἐπὶ τὴν εὔκολον βοήθειαν, ἐπὶ τὴν διαρκῆ σκέπην τὴν πανταχοῦ παροῦσαν καὶ πανταχόθεν ἡμᾶς τειχίζουσαν, ἀλλ' ἡ συνήθεια ποθεινὸν καὶ ἐπ- έραστον. Οἶδα κἀγώ· ἀλλ' ἂν ἐπιτρέψῃς τῷ λογισμῷ τὸ πάθος, καὶ λογίσῃ πρὸς ἑαυτὴν τίς ὁ λαβὼν, καὶ ὅτι γενναίως ἐνεγκὼν θυσίαν τὴν γνώμην ἀναφέρεις τῷ Θεῷ, καὶ τοῦτο τὸ κῦμα δυνήσῃ διαδραμεῖν, καὶ ὅπερ ὁ χρόνος ἐργάζεται, τοῦτο ἡ φιλοσοφία ποιήσει· ἂν δὲ καταμαλακισθῇς, λήξει μὲν τῷ χρόνῳ τὸ πάθος, σοὶ δὲ οὐδένα τὸν μισθὸν οἴσει. Μετὰ δὲ τῶν λογισμῶν τούτων καὶ παραδείγματα σύλλεγε, τὰ ἐν τῷ παρόντι βίῳ, τὰ ἐν ταῖς θείαις Γραφαῖς· ἐννόησον ὅτι ὁ Ἀβραὰμ κατέσφαξε τὸν υἱὸν τὸν αὑτοῦ, καὶ οὔτε ἐδάκρυσεν οὔτε πικρὸν ῥῆμα ἐξέβαλεν. Ἀλλ' ἐκεῖνος Ἀβραὰμ, φησὶν, ἦν. Καὶ μὴν σὺ ἐπὶ μείζονα ἐκλήθης σκάμ- ματα. Ὁ δὲ Ἰὼβ ἤλγησε μὲν, τοσοῦτον δὲ, ὅσον εἰκὸς πατέρα φιλόπαιδα καὶ σφόδρα κηδόμενον τῶν ἀπελ- θόντων· ὡς ἅ γε νῦν ποιοῦμεν ἡμεῖς, ἐχθρῶν καὶ πο- λεμίων ἐστίν. Οὐδὲ γὰρ, εἴ τινος εἰς βασίλεια ἀπενε- χθέντος καὶ στεφανωθέντος ἔκοπτες σαυτὸν καὶ ἐθρή- νεις, φίλον ἄν σε τοῦ στεφανωθέντος ἔφην εἶναι, ἀλλ' ἐχθρὸν σφόδρα καὶ πολέμιον. Ἀλλ' οὐδὲ νῦν ἐκεῖνον θρηνῶ, φησὶν, ἀλλ' ἐμαυτόν. Ἀλλ' οὐδὲ τοῦτο φι- λοῦντος, τὸ θέλειν ἔτι ἐναγώνιον εἶναι ἐκεῖνον διὰ σαυτὸν καὶ ὑποκεῖσθαι τῇ ἀδηλίᾳ τοῦ μέλλοντος, παρὸν στεφανοῦσθαι καὶ προσορμεῖν, ἢ πελάγιον σα- λεύειν, ἐξὸν ἐν λιμένι εἶναι. Ἀλλ' οὐκ οἶδα ποῖ κεχώ- ρηκε, φησί. ∆ιὰ τί οὐκ οἶδας; εἰπέ μοι· εἴτε γὰρ 61.361 ὀρθῶς ἐβίου εἴτε ἑτέρως, δῆλον ποῦ χωρήσει. ∆ι' αὐτὸ γὰρ τοῦτο κόπτομαι, φησὶν, ὅτι ἁμαρτωλὸς ἀπῆλθε. Σκῆψις ταῦτα καὶ πρόφασις. Εἰ γὰρ διὰ τοῦτο ἀπελ- θόντα ἐθρήνεις, ζῶντα μεταπλάσαι ἐχρῆν καὶ ῥυθμί- σαι. Ἀλλὰ τὰ σαυτοῦ σὺ πανταχοῦ σκοπεῖς, οὐ τὰ ἐκείνου. Εἰ δὲ καὶ ἁμαρτωλὸς ἀπῆλθε, καὶ διὰ τοῦτο δεῖ χαίρειν, ὅτι ἐνεκόπη τὰ ἁμαρτήματα, καὶ οὐ προσέθηκε τῇ κακίᾳ, καὶ βοηθεῖν, ὡς ἂν οἷόν τε ᾖ, οὐ δακρύειν, ἀλλ' εὐχαῖς καὶ ἱκετηρίαις καὶ ἐλεημο- σύναις καὶ προσφοραῖς. Οὐ γὰρ ἁπλῶς ταῦτα ἐπινε- νόηται, οὐδὲ εἰκῆ μνήμην ποιούμεθα τῶν ἀπελθόντων ἐπὶ τῶν θείων μυστηρίων, καὶ ὑπὲρ αὐτῶν πρόσιμεν, δεόμενοι τοῦ Ἀμνοῦ τοῦ κειμένου τοῦ λαβόντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀλλ' ἵνα τις ἐντεῦθεν αὐτοῖς γένηται παραμυθία· οὐδὲ μάτην ὁ παρεστὼς τῷ θυ- σιαστηρίῳ τῶν φρικτῶν μυστηρίων τελουμένων βοᾷ· Ὑπὲρ πάντων τῶν ἐν Χριστῷ κεκοιμημένων, καὶ τῶν τὰς μνείας ὑπὲρ αὐτῶν ἐπιτελούντων. Εἰ γὰρ μὴ ὑπὲρ αὐτῶν αἱ μνεῖαι ἐγένοντο, οὐδ' ἂν ταῦτα ἐλέχθη. Οὐ γάρ ἐστι σκηνὴ τὰ ἡμέτερα, μὴ γένοιτο· Πνεύματος γὰρ διατάξει ταῦτα γίνεται. εʹ. Βοηθῶμεν τοίνυν αὐτοῖς, καὶ μνείαν ὑπὲρ αὐτῶν