276
«Εἶπε ∆αβὶδ πρὸς Ἰωὰβ, καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως· Πορεύθητε, καὶ ἀριθμήσατε τὸν Ἰσραήλ. Καὶ εἶπεν Ἰωάβ· Ἵνα τί ζητεῖ ὁ κύριός μου τοῦτο; ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ Ἰσραήλ·» καὶ τὰ λοιπά. Σχόλ. Ἰστέον ὡς ∆αβὶδ μὴ δεξάμενος τὴν βουλὴν, οʹ χιλιάδας ἀπώλεσεν. «Μὴ ἔλεγχε κακοὺς, ἵνα μὴ μισῶσί σε.» «Οἱ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ.» «Ὁ μισῶν ἐλέγχους, ἄφρων.» «Ὁ δὲ ἐλέγχων τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν.» «Οἱ μισοῦντες ἐλέγχους, τελευτήσουσιν αἰσχρῶς. Οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν.» 96.337 «Εἰς ὦτα ἄφρονος μηδὲν λέγε, μήποτε μυκτηρίσῃ τοὺς συνετούς σου λόγους.» «Ἐμίσησαν ἐν πύλαις ἐλέγχοντας.» «Πάντας τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν.» «Ἐὰν ἁμάρτῃ εἰς σὲ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου. Ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἔτι ἕνα καὶ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα. Ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ Ἐκκλησίᾳ. Ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.» Ἀσυμβούλευτος ἄνθρωπος πλοῖόν ἐστιν ἀκυβέρνητον. Ὁ μὴ δεχόμενος τὴν παρὰ τοῦ ἀδελφοῦ θεραπείαν προσαγομένην αὐτῷ, ἀσύμφωνος αὐτὸς ἑαυτῷ. Ψυχὴ πᾶσα ἀνουθέτητος, ἀθεράπευτος. Ὢ τῆς παραπληξίας! ἢ εἴ τι ἄλλο τῷ τοιούτῳ πάθει κυριώτερον ὄνομα· ὅτι οὓς ἀγαπᾷν ὡς εὐεργέτας ἐχρῆν, τούτους ὡς ἐχθροὺς ἀμυνόμεθα, μισοῦντες ἐν πύλαις ἐλέγχοντας, καὶ λόγον ὅσιον βδελυσσόμενοι. Καὶ οἰόμεθα μᾶλλον πολεμήσειν τοὺς ἡμῖν εὔνους, ἂν ὅτι πλεῖστα ἡμᾶς αὐτοὺς κακὰ δράσωμεν· ὥσπερ οἱ τῶν ἰδίων σαρκῶν ἁπτόμενοι, τὰς τῶν πέλας δαπανᾷν νομίζουσι.
ΤΙΤΛ. Ζʹ. -Περὶ σωφρονισμοῦ· καὶ ὅτι χρὴ ἡμᾶς διὰ τῶν ἀλλοτρίων κακῶν
σωφρονίζεσθαι. «Ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν, καὶ οἱ ἐπίλοιποι ἀκούσαντες
φοβηθήσονται.» Νουθετεῖσθαι δεῖ τῇ τῶν πλησίων πληγῇ, καὶ διὰ τῶν ἀλλοτρίων κακῶν τὰ οἰκεῖα εὖ τίθεσθαι. Ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὰ οἰκεῖα εὖ τίθεσθαι χρή. Βελτίων ἔσο, σωφρονιζόμενος τοῖς ἀλλοτρίοις κακοῖς. Χρήσιμον καὶ ταῖς ἑτέρων ἀτυχίαις σωφρονίζεσθαι. Ἡ κόλασις νουθετεῖ καὶ σωφρονίζει, πολλάκις μὲν καὶ ἁμαρτάνοντας· εἰ δὲ μὴ, πάντως γοῦν τοὺς πλησιάζοντας. Αἱ γὰρ ἑτέρων τιμωρίαι βελτιοῦσι τοὺς πολλοὺς φόβῳ τοῦ μὴ παραπλήσια παθεῖν.
ΤΙΤΛ. Ηʹ. -Περὶ σπουδῆς· καὶ ὅτι ἀνόνητος πᾶσα σπουδὴ, μὴ βουλομένου Θεοῦ.
«Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται.» «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν.» «Παρὰ Κυρίου κατευθύνεται τὰ διαβήματα ἀνδρί. Θνητὸς δὲ πῶς ἂν νοήσει τὰς ὁδοὺς αὐτοῦ;» 96.340 «Ἵππος ἑτοιμάζεται ἐν ἡμέρᾳ πολέμου· παρὰ δὲ Κυρίου ἡ βοήθεια.» «Οἶδα, Κύριε, ὅτι οὐκ ἐν ἀνθρώπῳ αἱ ὁδοὶ αὐτοῦ, οὐδὲ ἀνὴρ πορεύσεται, καὶ κατορθώσεται πορείαν αὐτοῦ.» Ἔστι κοπιῶν καὶ πονῶν καὶ σπεύδων, καὶ τόσῳ μᾶλλον ὑστερεῖται· καὶ ἔστι νωθρὸς προσδεόμενος ἀντιλήψεως, ὑστερῶν ἰσχύϊ, καὶ πτωχείᾳ περισσεύων, καὶ ὀφθαλμὸς Κυρίου ἐπέβλεψεν ἐπ' αὐτῷ εἰς ἀγαθὰ, καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ, καὶ ἀνύψωσε τὴν κεφαλὴν αὐτοῦ, καὶ ἀπεθαύμασαν ἐπ' αὐτῷ πολλοί.» «Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ.» Χωρὶς τῆς παρὰ Θεοῦ ἀφέσεως, ἐπιδιδόναι τινὰ ἑαυτὸν τῷ κατ' ἀρετὴν βίῳ, ἀμήχανον. Τὸ ἑλέσθαι τὰ κάλλιστα, καὶ βουληθῆναι, καὶ σπουδάσαι, καὶ πάντα ἀπομεῖναι πόνον τῆς ἡμετέρας ἐστὶ προθέσεως· τὸ δὲ εἰς τέλος ἀγαγεῖν αὐτὰ, καὶ μὴ συγχωρῆσαι διαπεσεῖν, καὶ πρὸς αὐτὸ τὸ πέρας ἐλθεῖν τῶν κατορθωμάτων, τῆς ἄνωθέν ἐστι χάριτος. Ἐμερίσατο γὰρ πρὸς ἡμᾶς τὴν ἀρετὴν ὁ Θεὸς, καὶ οὔτε ἐφ' ἡμῖν ἀφῆκεν εἶναι τὸ πᾶν, ἵνα μὴ εἰς ἀπόνοιαν ἐπαιρώμεθα· οὔτε αὐτὸς πᾶν ἔλαβεν, ἵνα μὴ εἰς ἀπόνοιαν ἀποκλίνωμεν,