280
ἀπόλωλε καὶ ἠφάνισται παντελῶς, καὶ εἰκῆ πάντα ἐκεῖνα ἐποίησας. Οὐδὲ γὰρ ἀφώπλισε μόνον αὐτὸν οὐδ' ἐνίκησεν, ἀλλὰ καὶ ἀπώλεσε, καὶ εἰς τὸ μηδὲ ὅλως εἶναι κατέστησε. Τὸ δὲ κέντρον τοῦ θανάτου, ἡ ἁμαρτία· ἡ δὲ δύ- ναμις τῆς ἁμαρτίας, ὁ νόμος. Ὁρᾷς πῶς περὶ θανά- του σωματικοῦ ὁ λόγος; Οὐκοῦν καὶ περὶ ἀναστάσεως σωματικῆς. Εἰ γὰρ μὴ ἀνίσταται ταῦτα, πῶς κατ- επόθη ὁ θάνατος; Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ πῶς δύνα- μις τῆς ἁμαρτίας ὁ νόμος; Ὅτι μὲν γὰρ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, καὶ χαλεπωτέρα ἐκείνου, καὶ ἐν αὐτῇ τὴν ἰσχὺν οὗτος ἔχει, δῆλον· πῶς δὲ ταύτης καὶ δύναμις ὁ νόμος; Ὅτι χωρὶς αὐτοῦ ἀσθενὴς ἦν, πραττομένη μὲν, οὐ δυναμένη δὲ οὕτω καταδικάσαι. Τὸ μὲν γὰρ κακὸν ἐγίνετο, σαφῶς δὲ οὐκ ἐδείκνυτο οὕτως. Ὥστε οὐ μικρὸν εἰσήνεγκεν ὁ νόμος τὸ καὶ γνωρίσαι τὴν ἁμαρτίαν μᾶλλον καὶ ἐπιτεῖναι τὴν κόλασιν. Εἰ δὲ βουλόμενος κωλῦσαι χαλεπωτέραν ἀπέφηνεν, οὐ παρὰ τὸν ἰατρὸν τὸ ἔγκλημα, ἀλλὰ παρὰ τὸν κακῶς τῷ φαρμάκῳ χρησάμενον· ἐπεὶ καὶ ἡ παρουσία τοῦ Χριστοῦ μᾶλλον ἐβάρησε τοὺς Ἰου- δαίους· ἀλλ' οὐ διὰ τοῦτο αὐτῇ ἐγκαλέσομεν, ἀλλὰ ταύτην μὲν καὶ θαυμασόμεθα, ἐκείνους δὲ μειζόνως μισήσομεν βλαβέντας δι' ὧν ὠφελεῖσθαι ἔδει. Ὅτι γὰρ οὐκ αὐτὸς τὴν ἁμαρτίαν ἐδυνάμωσεν, ὁ Χριστὸς αὐτὸς ἐπλήρωσεν ἅπαντα, καὶ ἁμαρτίας ἐκτὸς ἦν. Σὺ δέ μοι σκόπει, πῶς καὶ ἐντεῦθεν τὴν ἀνάστασιν πιστοῦται. Εἰ γὰρ τοῦτο θανάτου αἴτιον τὸ ἁμαρτά- νειν, ὁ δὲ Χριστὸς ἐλθὼν ἔλυσε τὴν ἁμαρτίαν, καὶ ἡμᾶς αὐτῆς διὰ τοῦ βαπτίσματος ἀπήλλαξε, καὶ μετὰ τῆς ἁμαρτίας καὶ τὸν νόμον ἔπαυσεν, οὗ παραβαινομένου αὕτη συνίσταται, τί λοιπὸν ἀμφι- βάλλεις περὶ τῆς ἀναστάσεως; πόθεν γὰρ λοιπὸν ὁ θάνατος κρατήσει; Ἀπὸ τοῦ νόμου; Ἀλλ' ἐλύθη οὗ-τος. Ἀλλ' ἀπὸ τῆς ἁμαρτίας; Ἀλλ' ἀνῃρέθη αὕτη. Τῷ δὲ Θεῷ χάρις τῷ δόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. γʹ. Τὸ μὲν γὰρ τρόπαιον αὐτὸς ἔστησε, τῶν δὲ στε- φάνων καὶ ἡμᾶς ἀπολαῦσαι ἐποίησε, καὶ τοῦτο οὐκ ἐξ ὀφειλῆς, ἀλλ' ἀπὸ φιλανθρωπίας μόνης. Ἄρα οὖν, 61.366 ἀδελφοὶ, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι. ∆ικαία λοιπὸν καὶ εὔκαιρος ἡ παραίνεσις· οὐδὲν γὰρ οὕτω σαλεύει, ὡς τὸ εἰκῆ νομίζειν κόπτεσθαι καὶ μάτην. Περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε· τουτέστιν, ἐν τῷ βίῳ τῷ καθαρῷ. Καὶ οὐκ εἶπεν, Ἐργαζόμενοι τὸ ἀγαθὸν, ἀλλὰ, Περισσεύοντες, ἵνα μετὰ περιουσίας αὐτὸ ποιῶμεν, καὶ τὰ σκάμματα ὑπερβαίνωμεν. Εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ. Τί λέγεις; πάλιν κόπος; Ἀλλὰ στεφάνους ἔχων, καὶ ὑπὲρ τῶν οὐρανῶν. Ὁ μὲν γὰρ πρότερος ὁ μετὰ τὸν παράδεισον, κόλασις τῶν ἁμαρ- τηθέντων· οὗτος δὲ ὑπόθεσις τῶν μελλόντων βρα- βείων. Ὥστε οὐδ' ἂν εἴη κόπος ταύτῃ τε καὶ τῷ πολλῆς τῆς ἄνωθεν ἀπολαύειν βοηθείας· διὸ καὶ ἐπ- ήγαγεν. Ἐν Κυρίῳ. Ὁ μὲν γὰρ πρότερος, ἵνα δίκην δῶμεν· οὗτος δὲ, ἵνα τῶν μελλόντων τύχωμεν ἀγα- θῶν. Μὴ τοίνυν καθεύδωμεν, ἀγαπητοί· οὐ γὰρ ἔστιν, οὐκ ἔστι ῥᾳθυμοῦντα τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, οὐδὲ τρυφῶντας καὶ μαλακιζομένους. Ἀγαπητὸν γὰρ κατατεινομένους καὶ ὑπωπιάζοντας τὸ σῶμα, καὶ μυρία ὑπομένοντας ἐπίπονα, δυνηθῆναι τυχεῖν τῶν ἀγαθῶν ἐκείνων. Ἢ οὐχ ὁρᾶτε τουτὶ τὸ μέσον τοῦ οὐρανοῦ πρὸς τὴν γῆν ὅσον ἐστὶ, καὶ ἡλί- κος ὁ πόλεμος ἐφέστηκε, καὶ πῶς ὀξύῤῥοπον ἄνθρω- πος πρὸς τὴν κακίαν, καὶ πῶς εὐπερίστατον ἡ ἁμαρ- τία, καὶ ὅσαι ἐν μέσῳ παγίδες; Τί τοίνυν τοσαύτας ἐπισυρόμεθα φροντίδας ἐκτὸς τῶν φυσικῶν, καὶ πλείονα παρέχομεν ἑαυτοῖς πράγματα, καὶ μείζονα ποιοῦμεν τὰ φορτία; οὐκ ἀρκεῖ τὸ ὑπὲρ γαστρὸς φροντίζειν καὶ ἱματίων καὶ οἰκίας; οὐκ ἀρκεῖ ἡ μέ- ριμνα τῶν ἀναγκαίων; Καίτοι γε καὶ τούτων ἀπ- ήγαγεν ὁ Χριστὸς, λέγων· Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύ- σησθε. Εἰ δὲ ὑπὲρ τῆς ἀναγκαίας τροφῆς καὶ περι- βολῆς μεριμνᾷν οὐ χρὴ, οὐδὲ ὑπὲρ τῆς ἐπιούσης ἡμέ- ρας, οἱ τὸν τοσοῦτον φορυτὸν ἐπεισάγοντες, καὶ κα- ταχωννύντες ἑαυτοὺς, πότε δυνήσονται ἀνανεῦσαι; Οὐκ ἤκουσας Παύλου λέγοντος, Οὐδεὶς στρατευόμε- νος ἐμπλέκεται ταῖς τοῦ βίου