287
ἐκδέ- χομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. Καὶ τοῦτο φοβοῦντος αὐτοὺς ἦν. Ἵνα γὰρ εἰδότες, ὅτι πάντα εἰρήσεται πρὸς αὐτὸν ἅπερ ἂν πάθῃ, ἐπιεικέστεροι γένωνται, διὰ τοῦτο προσέθηκεν· Ἐκδέχομαι γὰρ αὐτόν. Ἄλλως δὲ καὶ ἐντεῦθεν ἀξιόπιστον ποιεῖ, εἴ γε μέλλων ἐξιέναι, αὐτὸν περιμένει, καὶ τὴν εἰς ἐκείνους δείκνυσιν ἀγάπην, ὅταν τὸν οὕτω χρήσιμον δι' αὐτοὺς φαίνηται πέμψας. Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ πολλὰ παρεκάλεσα αὐτὸν, ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν. Οὗτος καὶ εὐπαί- δευτος δοκεῖ εἶναι, καὶ πρεσβύτερος τοῦ Τιμοθέου. Ἵν' οὖν μὴ λέγωσι· Τί δήποτε τὸν μὲν ἄνδρα οὐκ ἀπ- έστειλε, τὸν δὲ νέον ἀντ' ἐκείνου; ὅρα καὶ τοῦτο πῶς παραμυθεῖται, ἀδελφόν τε αὐτὸν καλῶν, καὶ πολλὰ παρακεκληκέναι, λέγων. Ἵνα γὰρ μὴ δόξῃ προτετι- μηκέναι αὐτοῦ τὸν Τιμόθεον, καὶ διὰ τοῦτο μὴ ἀπ- εσταλκέναι, καὶ πλείονα ἐκκαύσῃ τὸν φθόνον, ἐπήγα- γε· Πολλὰ αὐτὸν παρεκάλεσα, ἵνα ἔλθῃ. Τί οὖν; οὐκ εἶξεν ἐκεῖνος οὐδὲ ἐπένευσεν, ἀλλ' ἀντέστη καὶ ἐφιλονείκησεν; Οὐ λέγει τοῦτο, ἀλλ' ἵνα μήτε ἐκεῖνον διαβάλῃ, καὶ ὑπὲρ ἑαυτοῦ ἀπολογήσηται, φησί· Καὶ πάντως οὐκ ἦν θέλημα, ἵνα νῦν ἔλθῃ. Εἶτα ἵνα μὴ λέγωσιν, ὅτι σκῆψις ταῦτα καὶ πρόφασις, ἐπήγαγεν· Ἐλεύσεται δὲ πρὸς ὑμᾶς, ὅταν εὐκαιρήσῃ. Τοῦτο καὶ ὑπὲρ ἐκείνου ἀπελογήσατο, καὶ αὐτοὺς ἐπιπο- θοῦντας αὐτὸν τῇ ἐλπίδι τῆς παρουσίας ἀνέπαυσεν. Εἶτα δεικνὺς ὅτι οὐκ ἐν τοῖς διδασκάλοις, ἀλλὰ 61.375 καὶ ἐν ἑαυτοῖς ὀφείλουσι τὰς ἐλπίδας ἔχειν τῆς σω- τηρίας, φησί· Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει. Οὐκ ἐν τῇ σοφίᾳ τῇ ἔξω· οὐ γὰρ ἔστιν ἐκεῖ ἑστάναι, ἀλλὰ φέρεσθαι· ὥσπερ οὖν ἐν τῇ πίστει ἑστάναι. Ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Ταῦτα δὲ λέγων, δοκεῖ μὲν παραινεῖν, καθάπτεται δὲ αὐτῶν ὡς ῥᾳθυμούντων. ∆ιὸ λέγει· Γρηγορεῖτε, ὡς καθευδόντων· Στήκετε, ὡς σαλευο- μένων· Ἀνδρίζεσθε, κραταιοῦσθε, ὡς μαλακιζομέ- νων· Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω, ὡς στασια- ζόντων. Καὶ τὸ μὲν πρὸς τοὺς ἀπατῶντας, τὸ Γρη- γορεῖτε, στήκετε· τὸ δὲ πρὸς τοὺς ἐπιβουλεύοντας, τὸ Ἀνδρίζεσθε· τὸ δὲ πρὸς τοὺς στασιάζοντας καὶ διασπᾷν ἐπιχειροῦντας, τὸ Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω, ὅπερ σύνδεσμός ἐστι τελειότητος, καὶ ῥίζα καὶ πηγὴ τῶν ἀγαθῶν. Τί δέ ἐστι τὸ, Πάντα ἐν ἀγάπῃ; Εἴτε ἐπιτιμᾷ τις, φησὶν, εἴτε ἄρχει, εἴτε ἄρχεται, εἴτε μανθάνει, εἴτε διδάσκει, πάντα μετὰ ἀγάπης· ἐπειδὴ καὶ τὰ εἰρημένα ἅπαντα ἐκ τοῦ ταύ- την ἠμελῆσθαι ἐγίνετο. Εἰ γὰρ αὕτη μὴ ἠμελήθη, οὐκ ἂν ἐφυσήθησαν οὐκ ἂν εἶπον· Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ· εἰ αὐτὴν ἦν, οὐκ ἂν ἔξω ἐδικάσαντο, μᾶλλον δὲ οὐδ' ἂν ἐδικάσαντο· εἰ αὐτὴ ἦν, οὐκ ἂν ἐκεῖνος τοῦ πατρὸς τὴν γυναῖκα ἔλαβεν, οὐκ ἂν τῶν ἀσθενούντων ἀδελφῶν κατεφρόνησαν, οὐκ ἂν αἱρέσεις εἶχον, οὐκ ἂν ἐκενοδόξησαν ἐπὶ τοῖς χαρίσμασι. ∆ιὰ τοῦτό φησι, Πάντα μετὰ ἀγάπης γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἔστιν ἀπαρχὴ τῆς Ἀχαΐας, καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς. βʹ. Καὶ ἀρχόμενος τούτου μέμνηται λέγων· Ἐβά- πτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· καὶ νῦν ἀπαρχὴν αὐ- τὸν οὐχὶ τῆς Κορίνθου μόνον, ἀλλὰ καὶ ὅλης τῆς Ἑλλά- δος φησίν. Οὐ μικρὸν δὲ καὶ τοῦτο ἐγκώμιον, τὸ πρῶτον τῷ Χριστῷ προσελθεῖν. ∆ιὸ καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ ἐντεῦθεν ἐγκωμιάζων τινὰς ἔλεγεν· Οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ. Καὶ οὐκ εἶπεν, ὅτι πρῶτοι ἐπίστευσαν, ἀλλὰ, Ἀπαρχὴ ἐγένοντο, δεικνὺς ὅτι μετὰ τῆς πίστεως καὶ βίον ἄριστον ἐπεδείξαντο, ὥσπερ ἐπὶ καρπῶν, πάντοθεν ἑαυτοὺς ἀξίους παρ- έχοντες. Καὶ γὰρ τὴν ἀπαρχὴν ἀμείνω τῶν λοιπῶν εἶναι χρὴ, ὧν ἐστιν ἀπαρχή· ὃ δὴ καὶ τούτοις διὰ τῆς ῥήσεως ταύτης ἐπεμαρτύρησεν ὁ Παῦλος. Οὐδὲ γὰρ ἐπίστευσαν μόνον γνησίως, ὅπερ ἔφην, ἀλλὰ καὶ πολλὴν ἐπεδείξαντο τὴν εὐλάβειαν, καὶ ἀκμάζουσαν τὴν ἀρετὴν, καὶ τὴν ἐν ἐλεημοσύναις φιλοτιμίαν. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν αὐτῶν τὴν εὐλάβειαν δείκνυσιν, ἐκ τοῦ καὶ τὴν οἰκίαν ἅπα- σαν εὐσεβείας πληρῶσαι. Ὅτι δὲ καὶ ἐν ἔργοις ἐκό- μων ἀγαθοῖς, δηλοῖ διὰ τῶν ἑξῆς λέγων· Εἰς διακο- νίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς. Ἠκούσατε ἡλίκα τῆς φιλοξενίας τὰ ἐγκώμια; Οὐ γὰρ εἶπε, ∆ια- κονοῦσιν, ἀλλ', Ἔταξαν