288
τριακοσίων, πάντας ἀπέκτεινε. τὸν δὲ Ἀψί μαρον καὶ τὸν Λεόντιον πομπεύσας δεδεμένους ἐν τῇ πόλει, ἱππι κοῦ γενομένου ἤγαγον δεδεμένους καὶ ἔρριψαν εἰς τοὺς πόδας αὐ τοῦ. πατήσαντος δὲ εἰς τοὺς τραχήλους αὐτῶν ἄχρις ἀπολύσεως 1.781 τοῦ πρώτου βαΐου ἐπεβόα ὁ δῆμος "ἐπὶ ἀσπίδα καὶ βασίλισκον ἐπιβήσῃ" καὶ τὰ ἑξῆς. καὶ ἀποστείλας αὐτοὺς ἐν τῷ Κυνηγίῳ ἀπεκεφάλισε. Καλλίνικον δὲ τὸν πατριάρχην ἐκτυφλώσας ἐν τῇ Ῥώμῃ ἐξώρισεν. ἐν Κωνσταντινουπόλει δὲ Κῦρον τὸν ἐν τῇ νήσῳ Ἀμάστριδι ἔγκλειστον, ὡς προσημάναντα αὐτῷ τὴν τῆς δευτέρας βασιλείας ἀποκατάστασιν, πατριάρχην προεβάλετο. ἀναρίθμητον δὲ πλῆθος ἔκ τε τοῦ πολιτικοῦ καὶ τοῦ στρατιωτικοῦ καταλόγου ἀπώλεσεν. ἐντεῦθεν φόβος μέγας συνεῖχε πάντας. ἀπέστειλε δὲ στόλον πρὸς τὸ ἀγαγεῖν τὴν γυναῖκα αὐτοῦ ἀπὸ Χαζαρίας, καὶ πολλὰ σύμψυχα ἀπώλοντο. ἀκούσας δὲ τοῦτο χαγάνος δηλοῖ αὐτῷ "ὦ ἀνόητε, οὐκ ἦν διὰ δύο ἢ τριῶν πλοίων λαβεῖν σου τὴν γυναῖκα, καὶ μὴ ἀπολέσαι τοσοῦτον πλῆθος; ἢ δοκεῖς ὅτι καὶ ταύτην πολέμῳ λαμβάνεις; ἰδοὺ ἐτέχθη σοι καὶ υἱός, καὶ ἀπό στειλον λαβεῖν αὐτούς." καὶ ἀποστείλας ἤγαγε τὴν Θεοδώραν καὶ Τιβέριον τὸν υἱὸν αὐτοῦ, καὶ ἔστεψεν αὐτούς.
Τῷ γʹ ἔτει Ἰουστινιανὸς τὴν μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων εἰρήνην διέστρεψε, καὶ διαπεράσας τὰ καβαλλαρικὰ θέματα εἰς τὴν Θρᾴκην, ἐξοπλίσας καὶ στόλον, κατὰ τοῦ Τέρβελι ἐχώ ρησε, καταλαβὼν τὴν Ἀγχίαλον. καὶ ἀφυλάκτως τοῦ στρατοῦ ἀπληκεύσαντος, ὡς εἶδον αὐτὸν οἱ Βούλγαροι ἀσυντάκτως δια σκορπιζόμενον, ἐπιρρίψαντες πολλὴν αἰχμαλωσίαν καὶ φόνον ἐποίησαν. ὁ δὲ Ἰουστινιανὸς σὺν ὀλίγοις τισὶν ἐν τῷ κάστρῳ κατα φυγὼν ἐπὶ τρισὶν ἡμέραις ἀπέκλεισε τὰς θύρας. θεασάμενος δὲ 1.782 τὴν τῶν Βουλγάρων ἐπιμονήν, τοὺς ἵππους αὐτοῦ νευροκοπήσας, διὰ τῆς νυκτὸς τοῖς πλοίοις ἐπιβὰς λαθραίως ἔφυγε καὶ μετ' αἰ σχύνης ἐν τῇ πόλει παρεγένετο. Ἰουστινιανὸς δὲ ἐπιμνησθεὶς τὴν κατ' αὐτοῦ τῶν Χερσωνιτῶν καὶ Βοσποριανῶν καὶ λοιπῶν ἐπιβου λήν, πᾶσαν ναῦν ἀπὸ μικροῦ ἕως μεγάλης ἀπέστειλε, προστάξας πάντας τοὺς οἰκοῦντας ἐν ἐκείνοις τοῖς τόποις ξίφει ὀλοθρεῦσαι καὶ μηδένα ζωογονίσαι. οἱ δὲ πεμφθέντες καταλαβόντες, καὶ μηδενὸς αὐτοῖς ἀντιστάντος, πάντας τῷ ξίφει ἀνεῖλον, τῶν μι κρῶν νηπίων μόνον φεισάμενοι ὡς πρὸς δουλείαν περιποιηθέντων. καὶ τοὺς μὲν πρωτεύοντας Χερσῶνος μβʹ ὄντας φαμιλικῶς πρὸς τὸν βασιλέα ἐξαπέστειλαν, ἑτέρους δὲ ἑπτὰ ξυλίναις σούβλαις προσαναρτήσαντες ἐπὶ πυρὸς ὤπτησαν, καὶ ἄλλους τῇ θαλάσσῃ ἐναπέρριψαν. μαθὼν δὲ ταῦτα Ἰουστινιανὸς ἐπὶ τῇ τῶν νηπίων σωτηρίᾳ ἐμάνη. τοῦ δὲ στόλου πρὸς τὴν πόλιν ἀναπλέοντος τὸ πλοῖον ἐκινδύνευσεν. ἠριθμήθησαν δὲ οἱ ἀποθανόντες, καὶ εὑρέ θησαν χιλιάδες ογʹ. τοῦ δὲ Ἰουστινιανοῦ μᾶλλον ἐπὶ τούτῳ χαρο ποιηθέντος, πάλιν ἕτερον ἐκπέμπει στόλον, ἀροτριᾶν ἅπαντα καὶ ἐκδαφίζειν κελεύσας, καὶ κατασφάζειν ἅπαντας ἕως οὐροῦντα πρὸς τοῖχον. ταῦτα ἀκούσαντες οἱ τῶν κάστρων ἐκείνων ἑαυτοὺς κατη σφαλίσαντο, καὶ πρὸς χαγάνον εἰς Χαζαρίαν ἔπεμψαν στεῖλαι λαὸν εἰς φυλακὴν αὐτῶν. καταλαβόντων δὲ τῶν τοῦ Ἰουστινια νοῦ ἐκεῖνοι τὰς μὲν κεφαλὰς αὐτῶν κρατήσαντες ἔσωθεν τῶν κά στρων ἀπέκτειναν οἱ Χερσωνῖται, τὸν δὲ λοιπὸν λαὸν αὐτῶν τοῖς 1.783 Χαζάροις παρέδωκαν. οἱ δὲ τῆς Χερσῶνος καὶ τῶν λοιπῶν κά στρων τὸν μὲν Ἰουστινιανὸν ἀνέσκαψαν, τὸν δὲ ἐκεῖσε ἐξόριστον Βαρδάνην τὸν καὶ Φιλιππικὸν βασιλέα εὐφήμησαν. ταῦτα μα θὼν Ἰουστινιανὸς ἕτερον στόλον ἀπέστειλε μετὰ τειχομαχικῶν ἐρ γαλείων καὶ κριῶν. καὶ ὡς τοὺς κρείττονας πύργους Χερσῶνος κατέβαλον, ἀναφανέντες οἱ Χάζαροι τούτους ἐκώλυσαν τοῦ ἐγχει ρήματος, ὁ Βαρδάνης δὲ ἐκφυγὼν πρὸς τὸν χαγάνον ᾤχετο. ἀπράκτου δὲ γεγονότος τοῦ στόλου, καὶ πρὸς Ἰουστινιανὸν μὴ τολμῶντος ἀνακάμψαι διὰ τὸ ἀπάνθρωπον ἐκείνου καὶ ὠμόν, τὸν μὲν Ἰουστινιανὸν ἀνέσκαψαν, τὸν δὲ Βαρδάνην βασιλέα εὐφή μησαν, τὸν δὲ χαγάνον ᾐτήσαντο