291
Ὕλη ἐστὶ τὸ ὑποκείμενον γενέσει καὶ φθορᾷ καὶ ταῖς ἄλλαις μεταβολαῖς. 15.44.2 Οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρα καὶ οἱ Στωϊκοὶ τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ ῥευστὴν ὅλην δι' ὅλων τὴν ὕλην. 15.44.3 Οἱ ἀπὸ ∆ημοκρίτου ἀπαθῆ τὰ πρῶτα, τὴν ἄτομον καὶ τὸ κενὸν τὸ ἀσώματον. 15.44.4 Ἀριστοτέλης καὶ Πλάτων τὴν ὕλην σωματοειδῆ, ἄμορφον, ἀνείδεον, ἀσχημάτιστον, ἄποιον ὅσον ἐπὶ τῇ ἰδίᾳ φύσει, δεξαμενὴν δὲ τῶν εἰδῶν οἷον τιθήνην καὶ ἐκμαγεῖον καὶ μητέρα γενέσθαι. οἱ δὲ ὕδωρ λέγοντες ἢ πῦρ ἢ ἀέρα ἢ γῆν τὴν ὕλην, οὐκέτι ἄμορφον αὐτὴν λέγουσιν, ἀλλὰ σῶμα· οἱ δὲ τὰ ἀμερῆ καὶ τὰς ἀτόμους, ἄμορφον.
15.45.1 μεʹ. ΠΕΡΙ Ι∆ΕΑΣ Ἰδέα δέ ἐστιν οὐσία ἀσώματος, αὐτὴ μὲν ὑφεστῶσα καὶ καθ' αὑτήν, εἰκονίζουσα δὲ τὰς ἀμόρφους ὕλας καὶ αἰτία γιγνομένη τῆς τούτων δείξεως. 15.45.2 Σωκράτης καὶ Πλάτων χωριστὰς τῆς ὕλης δείξεις τὰς δὲ ἰδέας ἐν τοῖς νοήμασι καὶ ταῖς φαντασίαις τοῦ θεοῦ, τουτέστι τοῦ νοῦ. 15.45.3 Ἀριστοτέλης εἴδη μὲν ἀπέλιπε καὶ ἰδέας, οὐ μὴν κεχωρισμένας τῆς ὕλης, ἔξω γεγονὼς τοῦ ὑπὸ τοῦ θεοῦ. 15.45.4 Οἱ ἀπὸ Ζήνωνος Στωϊκοὶ ἐννοήματα ἡμέτερα τὰς ἰδέας.
15.46.1 μʹ. ΠΕΡΙ ΤΑΞΕΩΣ ΑΣΤΕΡΩΝ Ξενοκράτης κατὰ μίαν ἐπιφάνειαν οἴεται κινεῖσθαι τοὺς ἀστέρας. 15.46.2 Οἱ ἄλλοι Στωϊκοὶ πρὸ τῶν ἑτέρων τοὺς ἑτέρους, ἐν ὕψει καὶ βάθει. 15.46.3 ∆ημόκριτος τὰ μὲν ἀπλανῆ πρῶτον, μετὰ δὲ ταῦτα τοὺς πλανήτας, ἐφ' οἷς ἥλιον, Φωσφόρον, σελήνην. 15.46.4 Πλάτων μετὰ τὴν τῶν ἀπλανῶν θέσιν Φαίνωνα λεγόμενον, τὸν τοῦ Κρόνου· δεύτερον Φαέθοντα, τὸν τοῦ ∆ιός· τρίτον Πυρόεντα, τὸν τοῦ Ἄρεως· τέταρτον Ἑωσφόρον, τὸν τῆς Ἀφροδίτης· πέμπτον Στίλβοντα, τὸν τοῦ Ἑρμοῦ·ἕκτον ἥλιον· ἕβδομον σελήνην. 15.46.5 Τῶν μαθηματικῶν τινὲς μὲν ὡς Πλάτων, τινὲς δὲ μέσον πάντων τὸν ἥλιον. 15.46.6 Ἀναξίμανδρος καὶ Μητρόδωρος ὁ Χῖος καὶ Κράτης ἀνωτάτω μὲν πάντων τὸν ἥλιον τετάχθαι· μετ' αὐτὸν τὴν σελήνην, ὑπὸ δὲ αὐτοῖς τὰ ἀπλανῆ τῶν ἄστρων καὶ τοὺς πλανήτας.
15.47.1 μζʹ. ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΣΤΡΩΝ ΦΟΡΑΣ ΚΑΙ ΚΙΝΗΣΕΩΣ
Ἀναξαγόρας, ∆ημόκριτος, Κλεάνθης ἀπ' ἀνατολῶν ἐπὶ δυσμὰς φέρεσθαι πάντας τοὺς ἀστέρας. 15.47.2 Ἀλκμαίων καὶ οἱ μαθηματικοὶ τοὺς πλανήτας τοῖς ἀπλανέσιν ἀπὸ δυσμῶν ἐπ' ἀνατολὰς ἀντιφέρεσθαι. 15.47.3 Ἀναξίμανδρος ὑπὸ τῶν κύκλων καὶ τῶν σφαιρῶν, ἐφ' ὧν ἕκαστος βέβηκε, φέρεσθαι. Ἀναξιμένης οὐχ ὑπὸ τὴν γῆν, περὶ αὐτὴν δὲ στρέφεσθαι τοὺς ἀστέρας. 15.47.4 Πλάτων καὶ οἱ μαθηματικοὶ ἰσοδρόμους εἶναι τὸν ἥλιον, τὸν Φωσφόρον, τὸν Στίλβοντα.
15.48.1 μηʹ. ΠΟΘΕΝ ΦΩΤΙΖΟΝΤΑΙ ΟΙ ΑΣΤΕΡΕΣ Μητρόδωρος ἅπαντας τοὺς ἀπλανεῖς ἀστέρας ὑπὸ τοῦ ἡλίου καταλάμπεσθαι.