292
"Ὠδὴ τῶν ἀναβαθμῶν." Τοῖς ἐν Βαβυλῶνι ἔτι διάγουσι καὶ οὗτος πρόσφορος ὁ ψαλμός. αʹ. "Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου." Ὑπὸ πολλῶν καὶ παντοδαπῶν πε ριστοιχιζόμενος ἀλγεινῶν, πάντοθεν περιῆγον τοὺς ὀφθαλμοὺς, ἐπικουρίας τινὸς ἀπολαῦσαι ποθῶν. βʹ. "Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαν τος τὸν οὐρανὸν καὶ τὴν γῆν." Ἀλλ' οἶδα ὡς ἀν θρωπίνης μὲν οὐδεμιᾶς ῥοπῆς ἀπολαύσω, ἀπόχρη δέ μοι μόνη τοῦ Θεοῦ ἡ εὐμένεια. Καὶ δεικνὺς τῆς βοη θείας τὸ δυνατὸν ἐπήγαγε· "Τοῦ ποιήσαντος τὸν οὐ ρανὸν καὶ τὴν γῆν." Ὁ γὰρ ταῦτα τεκτηνάμενος λόγῳ ἱκανὸς ἐπαρκέσαι κἀμοί. Ἐντεῦθεν αὐτοῖς τὸ πρα κτέον ὁ Προφήτης ἐξηγεῖται. γʹ. "Μὴ δῴη εἰς σάλον τὸν πόδα σου, μηδὲ νυ στάξῃ ὁ φυλάσσων σε." Εἰ μείνοις, φησὶ, βεβαίαν ἔχων εἰς αὐτὸν τὴν ἐλπίδα, πάσης παρ' αὐτοῦ τεύξῃ κηδεμονίας. Τὸ μέντοι, "Οὐ νυστάξῃ ὁ φυλάσσων σε," ἀνθρωπίνως τέθεικεν, ἐκ μεταφορᾶς τῶν καὶ ποίμνια, καὶ στρατείας, καὶ πόλεις ἐπιμελῶς φυλατ τόντων. Ὅτι γὰρ ἀπαθὴς ἡ θεία φύσις, διὰ τῶν ἐπι φερομένων ἐδήλωσεν. δʹ. "Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ." Φύσει μὲν ἄγρυπνος ὁ φύλαξ, σοῦ δὲ σαλευομένου, καὶ αὐτὸς οἷόν τινα νυσταγμὸν δέξεται τὴν ἀμέλειαν. Οὐκ ἔτι γάρ σου φροντίσει, ἀλλὰ τοῖς ἐπιβουλεύειν προῃρημένοις προήσεται. εʹ. "Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου." Τοῦτο καὶ ἐν τῷ ιεʹ ἔφη ψαλμῷ· "Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ." Καὶ ἐνταῦθα 80.1880 τοίνυν, φησὶν, ὅτι παρὰ τὴν δεξιάν σου χεῖρα γε νόμενος, καὶ σκεπάσει, καὶ φρουρήσει, καὶ πάσης ἀξιώσει προνοίας. ʹ. "Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα." Φασὶ τὴν σελήνην μὴ μόνον ὑγρὰν, ἀλλὰ καὶ θερμὴν εἶναι, καὶ καίειν ὁμοίως τῷ ἡλίῳ τὰ σώματα. Λέγει δὲ, ὅτι Καὶ νύκτωρ, καὶ μεθ' ἡμέραν, τῆς παρ' αὐτοῦ προνοίας ἀπολαύων, ἀβλαβὴς φυλαχθήσῃ. Ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ παλαιᾶς ἱστορίας. Καὶ γὰρ ἡνίκα τῆς Αἰγυπτίων δουλείας ἠλευθερώθησαν, τῇ νεφέλῃ σκιαζόμενοι, τῆς ἡλιακῆς φλογὸς οὐκ ἐλάμβανον πεῖραν. ζʹ, ηʹ. "Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος. Κύριος φυλάξει τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος." Τὴν παντοδαπὴν τοῦ Θεοῦ πρόνοιαν διὰ τῶν εἰρημένων ἐδήλωσεν· ἧς παρού σης, κρείττους τῶν πολεμούντων γινόμεθα δυσμε νῶν, καὶ τὰς τῶν ὁρατῶν καὶ ἀοράτων διαφεύγομεν πάγας.
ΕΡΜΗΝ. ΤΟΥ ΡΚΑʹ ΨΑΛΜΟΥ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Τοὺς μὲν προει ρημένους τοῖς ἀθυμοῦσιν ὁ
προφήτης προσήρμοσε· τοῦτον δὲ τὸν μετὰ χεῖρας, τοῖς ἤδη δεξαμένοις τῆς ἐπανόδου τὰ εὐαγγέλια, καὶ τῆς περιποθήτου πο ρείας ἁψαμένοις. Γεγηθότες γὰρ, καὶ χορεύοντες, πρὸς ἀλλήλους φασίν· αʹ. "Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα." Εὐσεβείας αὕτη φωνή· γάν νυνται γὰρ καὶ χαίρουσιν, οὐχ ὡς τὰς οἰκίας ἀπολη ψόμενοι, ἀλλ' ὡς τὸν θεῖον οἶκον ὀψόμενοι. βʹ. "Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν, ἐν ταῖς αὐ λαῖς σου, Ἱερουσαλήμ." Ἤδη, φησὶν, ἑστάναι δοκοῦμεν ἐν ταῖς ἱεραῖς ἐκείναις αὐλαῖς; καὶ τὰς θείας λειτουργίας ἐπιτελεῖν. γʹ. "Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό." Ὁ δὲ Σύμμαχος οὕ τως· Ἱερουσαλὴμ τὴν οἰκοδομουμένην, ὡς πό λιν συνάφειαν ἔχουσαν. Ἡ γὰρ νῦν ἔρημος, καὶ ἐσκεδασμένας ἔχουσα οἰκίας, καὶ πάλιν ἀν θήσει, καὶ πυκνωθήσεται, καὶ τοὺς προτέρους ἀπο λήψεται περιβόλους. δʹ. "Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, φυλαὶ Κυ ρίου· μαρτύριον τοῦ Ἰσραὴλ, τοῦ ἐξομολογήσα σθαι τῷ ὀνόματι Κυρίου." Ἐπὶ τοῦ Ῥοβοὰμ διηρέθησαν αἱ φυλαὶ, καὶ τῆς ∆αβιτικῆς αἱ δέκα βασιλείας ἀπεσχοινίσθησαν· μετὰ δὲ τὴν ἐπάνοδον μία γέγονεν ἡγεμονία, καὶ εἰς τὴν Ἱερουσαλὴμ συν έτρεχον ἅπαντες κατὰ τὸν θεῖον νόμον, τῷ Θεῷ τὴν 80.1881 συνήθη λειτουργίαν προσφέροντες. Τοῦτο τοίνυν ὁ προφήτης ἐνταῦθα προθεσπίζει, ὅτι αἱ