299
προσκολλᾶσθαί σοι. ∆ιό φημι, ὅτι Ἐμοὶ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστιν. Εἰ γὰρ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεὸς, πόθεν ἂν γένοιτο ἑτέρῳ τι ἀγαθὸν ἢ ἐκ τοῦ προσκολλᾶσθαι αὐτῷ; Καὶ ἤδη μὲν ἀπήλαυον παντὸς ἀγαθοῦ, κολλώμενος καὶ συναπτόμενος τῷ Θεῷ· ὥστε λέγειν· Ἐκολλήθη ὀπίσω σου ἡ ψυχή μου. Καὶ εἰς τὸν μέλλοντα δὲ χρόνον ἀγαθὰς ὑπέγραφον ἐλπίδας ἐμαυτῷ. Ἕτερόν τε τοῦτο ἀγαθόν μοι ἦν, τὸ τίθεσθαι ἐν Κυρίῳ τὴν ἐλπίδα μου. Τέλος γάρ μοι τῆς πάσης ἐλπίδος ἦν τὸ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. Καταξιωθεὶς γὰρ τῆς εἰς τὴν πόλιν σου εἰσόδου, περὶ ἧς ἀνωτέρω ἐλέγετο· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουθενώσεις, καὶ ταῖς πύλαις ταῖς ἐπουρανίοις ἐπιβὰς, ἀνακηρύξω τοῖς πᾶσι τὰς εἰς ἐμέ σου εὐεργεσίας. Ἔνθα γενόμενος καὶ τῶν ἐπαγγελιῶν σου τεύξομαι, ἃς ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Τοιαῦτα γὰρ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Μὴ κείμενον δὲ ἐν τῷ Ἑβραϊκῷ, μηδὲ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς τὸ ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιὼν, παρὰ μόνοις δὲ τοῖς Ἑβδομήκοντα φερόμενον, ὠβέλισται, διὰ τὸ καὶ περιττὸν εἶναι. Τὸ γὰρ πάντων ἀγαθὸν τέλος ἐπ' αὐτὴν ἄγει τὴν ἐπουράνιον Σιὼν, ἥτις ἦν ἡ ἀποδεδομένη τοῦ Θεοῦ ἐν οὐρανοῖς πόλις, θυγατρὸς Σιὼν νοουμένης τῆς παρ' ἡμῖν Ἐκκλησίας, ὡς διὰ πολλῶν ἀποδεῖξαι ῥᾴδιον.
ΣΥΝΕΣΕΩΣ ΤΩ ἈΣΑΦ. ΟΓʹ. Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;
∆ιεγείρει μὲν ἡμᾶς καὶ παρορμᾷ ἐπὶ τὴν τῶν λεγομένων σύνεσιν τὸ πνεῦμα τὸ προφητικόν. Οὔτε δὲ ψαλμὸν ἐπιγράφει συνήθως, οὔτε ᾠδὴν, οὔτε ὕμνον, οὐδέ τι τῶν παραπλησίων, διὰ τὸ σκυθρωπὸν τῶν ἀπαγγελλομένων. Ἐν οἷς δοκεῖ ἔντευξις περιέχεσθαι, περὶ ἧς ὁ θεῖος Ἀπόστολος διεκελεύετο, δεῖν λέγων πάντας ἡμᾶς ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας. Ἐντυγχάνει γοῦν ὁ λόγος τῷ Θεῷ, προφητικῶς τὰ μέλλοντα ὡς παρῳχηκότα διεξιὼν, καὶ τὴν ἐσχάτην σημαίνων πολιορκίαν τῆς Ἱερουσαλὴμ τὴν ὑπὸ Ῥωμαίων γενομένην μετὰ τὴν σωτήριον Παρουσίαν. Καὶ ταῦτα μηδὲ συστάντος πω τοῦ τόπου προαναφωνεῖ. Ὁ μὲν γὰρ Ἀσὰφ, δι' οὗ ταῦτα προεφητεύετο, σύγχρονος γέγονε τῷ ∆αυΐδ· Σολομὼν δὲ μετὰ τὴν τοῦ ∆αυῒδ τελευτὴν οἰκοδομεῖ τὸν νεών. ∆ύο δὲ πορθήσεις προθεωρήσας τοῦ τόπου, τήν τε προτέραν τὴν ὑπὸ Βαβυλωνίων γενομένην, καὶ τὴν δευτέραν τὴν ὑπὸ Ῥωμαίων· τὴν μὲν πρώτην διὰ τοῦ οθʹ ψαλμοῦ σημαίνει καὶ διὰ τοῦ πβʹ, τὴν δὲ ὑστάτην διὰ τῆς μετὰ χεῖρας προφητείας, ἧς ἀπάρχεται λέγων· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Τέλος γὰρ αὐτοῖς παντελοῦς ἀποπτώσεως οὐδ' ἄλλοτε γέγονεν, ἢ ὅτε ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τὴν κατ' αὐτῶν ἐξηνέγκατο ἀπόφασιν εἰπών· Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Οἷς ἀκολούθως καὶ ὁ ἱερὸς Ἀπόστολος μετὰ τὴν τῶν πραγμάτων ἔκβασιν γράφων περὶ αὐτῶν ἔλεγεν· Ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Καὶ κατὰ μέρος δὲ τὰ ἑξῆς συμβάντα τῷ τόπῳ ἐπὶ τῆς τῶν Ῥωμαίων πολιορκίας παρίστησιν ὁ παρὼν προφήτης, ἐν οἷς φησιν· Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς, δῆλον δ' ὅτι τῆς Ἱερουσαλὴμ, ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Εἰ δὲ λέγοι τις ταῦτα καὶ ἐπὶ τῶν χρόνων τῶν Βαβυλωνίων γεγονέναι, προσεκτέον τοῖς ἑξῆς, δι' ὧν εἴρηται· Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Σημεῖα γὰρ ἦν τοῦ τὸν Θεὸν