326
ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά· καὶ ἐπέπεσεν ἐν μέσῳ τῆς παρεμβολῆς αὐτῶν, κύκλῳ τῶν σκηνωμάτων αὐτῶν. Καὶ ἔφαγον καὶ ἐνεπλήσθησαν σφόδρα, καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς, οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν. Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν καὶ ἡ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ' αὐτούς· καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν, καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν. Ὅτι μὴ μόνου ἄρτου, ἀλλὰ καὶ ὄψου προενόησεν αὐτοῖς, διδάσκει καὶ ἡ Μωσέως Γραφὴ, ἐν μὲν Ἐξόδῳ λέγουσα· Καὶ εἶπε Μωσῆς καὶ Ἀαρὼν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ· Ἑσπέραν γνώσεσθε, ὅτι Κύριος ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου· πρωῒ δὲ ὄψεσθε τὴν δόξαν Κυρίου, ἐν τῷ εἰσακοῦσαι αὐτὸν πάντα τὸν γογγυσμὸν ὑμῶν, ἐν τῷ διδόναι τὸν Κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν, καὶ ἄρτους τὸ πρωῒ εἰς πλησμονήν. Καὶ ἐπιλέγει ἑξῆς· Καὶ ἐγένετο ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα, καὶ ἐκάλυψε τὴν παρεμβολήν· τὸ πρωῒ δὲ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς· καὶ ἰδοὺ ἐπὶ προσώπου τῆς ἐρήμου, λεπτὸν ὡσεὶ κόνιον, λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς. Ἀλλ' ἐπειδὴ μετὰ ταῦτα εἴρηται ἐν Ἀριθμοῖς· -Καὶ ὁ ἐπίμικτος ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν, καὶ καθίσαντες ἔκλαον οἱ υἱοὶ Ἰσραὴλ, καὶ εἶπαν, Τίς ψωμίσει ἡμῖν κρέα; Ἐμνήσθημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεὰν, καὶ τοὺς σικυοὺς, καὶ τοὺς πέπονας, καὶ τὰ πράσα, καὶ τὰ κρόμυα. Νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος. Εἶτα ἐπιλέγεται ἑξῆς· Καὶ ἀπῆλθε Μωσῆς εἰς τὴν παρεμβολὴν, αὐτὸς καὶ οἱ πρεσβύτεροι τοῦ Ἰσραήλ. Καὶ πνεῦμα ἐξῆλθε παρὰ Κυρίου, καὶ ἐξέβρασεν ὀρτυγομήτραν ἀπὸ τῆς θαλάσσης, καὶ ἐπέβαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας, ἐντεῦθεν κύκλῳ τῆς παρεμβολῆς ὡσεὶ δίπηχυ ἀπὸ τῆς γῆς. Καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ συνήγαγεν ἕκαστος τὸ ἀρκοῦν· ὁ τὸ πολὺ οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ὀλίγον 23.921 οὐκ ἠλαττόνησεν· ὁ τὸ ὀλίγον, συνήγαγε δέκα κόρους. Καὶ ἔψυξεν ἐν τοῖς ψυκτῆρσι κύκλῳ τῆς παρεμβολῆς τὰ κρέα ἦν πρὶν ἢ ἐκλιπεῖν. Καὶ ὠργίσθη Κύριος. Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Μνήματα ἐπιθυμίας, ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν· - εἰκότως οὖν καὶ ἡ μετὰ χεῖρας περικοπὴ διδάσκει ταῦτα λέγουσα· Ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονὴν, καὶ τὰ ἑξῆς. ∆ιδάσκει δὲ, ὡς ἄρα ὑπ' ἀνέμων ἐλαυνόμενα τὰ πτηνὰ κατεφέρετο εἰς τὴν παρεμβολήν. Καὶ κατὰ τὸν Σύμμαχον δὲ εἴρηται· Ὃς ἦρεν Εὖρον ἐξ οὐρανοῦ, καὶ ἐπήγαγεν ἐν τῇ δυναστείᾳ αὐτοῦ Νότον, ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά. Καὶ ἐπέβαλεν ἔνδον εἰς τὴν παρεμβολὴν αὐτῶν κύκλῳ τῶν σκηνῶν. Καὶ φαγόντες, ἐνεπλήσθησαν σφόδρα· καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς, οὐκ ἀπέστησαν τῆς ἐπιθυμίας αὐτῶν. Ἔτι τῆς βρώσεως αὐτῶν οὔσης ἐν τοῖς ὀδοῦσιν αὐτῶν, ὀργὴ οὖν Θεοῦ ἐπῆλθεν αὐτοῖς, καὶ ἀπέκτεινε τοὺς λιπαρωτέρους αὐτῶν καὶ τοὺς νεανίσκους τοῦ Ἰσραὴλ ὤκλασε. Καὶ ταῦτ' ἔπασχον εὐλόγως· ὁ μὲν γὰρ αὐτοῖς εἰς ἔνδειξιν τῆς αὐτοῦ δυνάμεως παραδόξως καὶ ταῦτα παρεῖχεν· οἱ δὲ ἀπλήστῳ χρώμενοι τῇ κρεωφαγίᾳ, χολερικῷ πάθει διεφθείροντο, μὴ προσέχοντες μὲν τῷ τοῦ παραδόξου θαύματι, μηδὲ δοξάζοντες τὸν παραδοξοποιόν· ὅλοι δὲ τῶν σαρκῶν γιγνόμενοι, διὸ καὶ ἐπεσπῶντο ἑαυτοῖς ὄλεθρον. Ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι, καὶ οὐκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ. Καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς. Ἐλεγκτικὸς ὢν καὶ κατηγορητικὸς τῆς Ἰουδαίων μοχθηρίας ὁ λόγος, καταρίθμησιν ποιεῖ καὶ τῶν πεπλημμελημένων αὐτοῖς, παριστῶν, ὅτι μὴ μάτην αὐτοὺς τὰ τῆς ὀργῆς τοῦ Θεοῦ μετῆλθεν. Καὶ δὴ διδάσκει, ὡς καὶ μετὰ τὰ προλεχθέντα πάντα, αὔξοντες ἑαυτῶν τὰ κακὰ, ἥμαρτον ἔτι· καὶ ἥμαρτον, ἐπεὶ οὐκ ἐπίστευσαν τοῖς θαυμασίοις αὐτοῦ. Τοιαῦτα γὰρ ὀφθαλμοῖς ὁρῶντες, ἐνικῶντο ὑπὸ τῆς ἐπιθυμίας. Εἶτα, καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν. ∆έον γὰρ θεωροὺς