329
εἶεν τὰ αὐτοῦ φρονοῦντες, τάχα ἂν κατεῖπε πολλῶν, εἰ μὴ ὁ πατρίκιος Ἰωάννης ὁ Ἑξαβούλιος "οὐ δέον" ἔφη, "ὦ βασιλεῦ, ἀλλὰ καὶ λίαν ἀλόγιστον, ἐχθροῖς πιστεύειν κατὰ τῶν φίλων," καὶ τούτῳ τῷ λόγῳ διέλυσε τὰς κατὰ τῶν ταλαιπώρων πολιτῶν καὶ φίλων αὐτοῦ μελλούσας ἐγείρεσθαι τιμωρίας. καὶ ὁ ἀποστάτης δὲ κατέλυσε τὸν βίον, ἀπορρήξας τὸ πνεῦμα ταῖς κατὰ μικρὸν ποιναῖς, μεσοῦντος Ὀκτωβρίου μηνός, κατὰ μὲν τὰς ἀρχὰς μεγαλεπήβολος δοκῶν γενέσθαι καὶ τολμηρὸς καὶ τοῦ προτεθέντος ἐξεργαστικός, προβαίνων δὲ ἐπὶ τὰ ἔμπροσθεν πολὺ καταδεέστερος 2.90 ἑαυτοῦ φανεὶς καὶ τῆς τῶν ἐκτὸς προσδοκίας. καὶ οἱ ἐκ Βιζύης δὲ τοῦ φρουρίου ἑτέρας ταχέως ἐγένοντο γνώμης, τὸν ἐπηρτημένον ὑφορώμενοι κίνδυνον· ἅμα γὰρ τῷ πυθέσθαι τὰ κατὰ τὸν Θωμᾶν ἀτυχήματα, τὰ ὅμοια πεποιηκότες καὶ τὸν Ἀναστάσιον συσχόντες δεδεμένον χεῖρας καὶ πόδας προσήνεγκαν τῷ βασιλεῖ. πέπονθε δὲ καὶ οὗτος τὰ παραπλήσια τῷ πατρί, καὶ τὸν βίον βιαίως μετήλ λαξε. καὶ τῶν τυράννων δὲ καθαιρεθέντων αἱ παράλιοι τῆς Θρᾴκης πόλεις, τό τε Πάριον καὶ ἡ Ἡράκλεια, ἔτι τὰ τοῦ τυράννου φρονοῦσαι ἀντεῖχον, μίσει τε τῷ πρὸς Μιχαὴλ καὶ διὰ τὸ μὴ θέλειν τοῦτον τὰς θείας ἀναστηλῶσαι εἰκόνας. καὶ τὸ μὲν Πάριον ἑάλω τοῦ τείχους καταβληθέντος ἀπό τινος γενομένου σεισμοῦ, ἡ δ' Ἡράκλεια ἐκυριεύθη ἀπὸ τῶν τῆς θαλάσσης μερῶν.
Καὶ τὰ μὲν κατὰ Θωμᾶν τοιοῦτον ἔσχε τὸ τέλος, καὶ οὕτως ὁ βασιλεὺς τροπαιοφόρος ἐκ τῶν κατὰ Θρᾴκην ἔρχεται πόλεων, οὐδὲν ἕτερον κατὰ τῶν συναποστατησάντων τῷ Θωμᾷ ἐννοήσας καὶ τῷ πολέμῳ ἁλόντων, ἀλλ' ἱπποδρομίας γενομένης ὄνοις ἐποχου μένους περιαχθῆναι καὶ ἐξορίᾳ παραδοθῆναι. ἔμεινε δὲ ζώπυρον τῆς ἀποστασίας τὸ φρούριον ἡ Καβάλα καὶ ἡ Σανίανα, ὧν τὴν μὲν ὁ Χοιρέας κατεῖχε τὸ δ' ὁ Γαζαρηνός, ἐξ ὧν ὁρμώμενοι λῃ στείας ἐποιοῦντο καὶ προνομάς. ἀλλὰ καὶ οὗτοι ὡς οὐκ ἐδέξαντο τὰς ἀθωούσας αὐτοὺς βασιλικὰς συλλαβὰς καὶ τὰ πεμφθέντα ἀξιώματα (καὶ ἄμφω γὰρ μαγίστρῳ πεποίηκεν ὁ βασιλεύς), 2.91 ὑποφθαρέντων τῶν ἔνδον, ὡς ἐξῆλθον οὗτοι πρὸς τὰς συνήθεις διαρπαγάς, ἐκλείσθησαν τῶν φρουρίων αἱ πύλαι αὐτοῖς, καὶ φεύγοντες πρὸς Συρίαν ὑπὸ τῶν τὰς ἄκρας διεπόντων στρατηγῶν κατασχεθέντες ἀνεσκολοπίσθησαν. Καὶ οὕτω μὲν τὰ τῆς ἀποστασίας ἀπέσβη τέλεον καὶ ᾤχετο, οὐκ ἔμελλε δὲ ἄχρι τούτων στήσεσθαι ἡ φορὰ τῶν κακῶν, ἀλλὰ τῶν δύο ἠπείρων, Ἀσίας φαμὲν καὶ Εὐρώπης, ἐν θυμῷ κυρίου οἷόν τινος κεφαλῆς καὶ οὐρᾶς, εἰ καὶ μὴ συνίεσαν, παιδευθει σῶν φόνοις ἐμπρησμοῖς σεισμοῖς ἁρπαγαῖς ἐμφυλίοις καταδρο μαῖς, πόλεων ἀνελπίστοις μεταναστάσεσι, σημείοις ἐξ οὐρανοῦ, σημείοις ἐξ ἀέρος, τέλος καὶ ταῖς ταλαιπώροις νήσοις, οἷόν τινα μέσην, ἵν' ὁλοσώματος εἴη ἡ πληγή, ἐπέδραμε τὰ δεινά. ἀλλ' οὐκ ἦν παιδευθῆναι τοὺς τὴν θεάνθρωπον ἐξηρνημένους μορφὴν προσκυνεῖν. ἄρτι γὰρ τοῦ κατὰ τὸν Θωμᾶν ἄρξαντος νεωτε ρισμοῦ, ἐπεὶ ταῦτα ἠκούετο πανταχοῦ, οἱ τὸν ἑσπέριον κόλπον τῆς Ἰβηρίας οἰκοῦντες Ἀγαρηνοί, πρόσχωροι τῷ Ὠκεανῷ ὄντες(Ἱσπάνους τούτους κατονομάζουσιν), εἰς εὐανδρίαν ἐληλακότες, καὶ ἣν ᾤκουν γῆν λυπρὰν οὖσαν καὶ μετρίως εὐδαίμονα ὁρῶντες καὶ διὰ τοῦτο τρέφειν μὴ δυναμένην αὐτούς, προσελθόντες τῷ ἑαυτῶν ἄρχοντι Ἀπόχαψ (ἀμερμουμνῆν οἶδε τοῦτον ἡ ἐγχώριος γλῶσσα καλεῖν) ἀποικίαν καὶ γῆς μετανάστασιν ἀπῄτουν γενέσθαι αὐτοῖς πλήθει τε στενοχωρουμένοις καὶ τῶν ἀναγκαίων σπανί 2.92 ζουσιν. ὁ δὲ ἀσπασίως τὸν λόγον δεξάμενος, πλοῖα εὐθέως ἐπι σκευάσας μακρὰ καὶ δύναμιν τούτοις ἐξ αὐτῶν ἐμβιβάσας, ἐπὶ λῃστείαν τέως, λανθάνουσαν ἔχων τὴν ἔννοιαν, τῶν πρὸς τῇ ἕῳ κειμένων νήσων καὶ ἡμετέρων ἐτράπετο, ὁμοῦ μὲν τὸ τοῖς ὑπη κόοις ὀρεκτὸν ἐκπληρῶν καὶ ἐκ τῶν ἀλλοτρίων αὐτοὺς κορεννύς, ὁμοῦ δὲ καὶ μετασκεψόμενος εἴ τίς ἐστιν εὔφορος τῶν νήσων καὶ πρὸς μετοικίαν ἐπιτηδεία αὐτοῖς. ποιησάμενος δὲ τὸν ἀπόπλουν ἔαρος ὥρᾳ, καὶ πολλὰς ἐπιὼν τῶν νήσων,