330
θέλω ἐννοεῖσθαι καὶ ἐννοοῦμαι ὅσα μὴ θέλω. καὶ ἐπισκέψασθαι δεῖ εἰ μὴ διὰ ταῦτα αὐτὰ καὶ ὁ ∆αυὶδ ἐνετύγχανε τῷ θεῷ, δυσχεραίνων ἐπὶ τῷ λογίζεσθαι καὶ αὐτὸν ἃ μὴ ἤθελεν· «ἀπὸ τῶν κρυφίων μου καθάρισόν με καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου. ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης». καὶ αὐτὸς δὲ ὁ ἀπόστολος ἐν ἑτέρῳ «λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ». 58. Εἰ δέ τις ὁμόσε τῷ λόγῳ ἰέναι τολμῶν ἀποκρίνοιτο ὡς ἄρα διδάσκει ὁ ἀπόστολος ὡς οὐ μόνον ἐν τῷ λογίζεσθαι τὸ κακὸν ὃ μισοῦμεν 2.492 καὶ ὃ οὐ θέλομεν πράσσομεν, ἀλλὰ καὶ ἐν τῷ ποιεῖν αὐτὸ καὶ κατεργάζεσθαι, διὰ τό «οὐ γὰρ ὃ θέλω ποιῶ» λελέχθαι «ἀγαθόν, ἀλλ' ὃ οὐ θέλω κακόν, τοῦτο πράσσω», ἀξιώσομέν που, εἰ ἀληθῆ λέγει ὁ ταῦτα λέγων, διασαφῆσαι τί ἦν τὸ κακόν, ὃ ἐμίσει ὁ ἀπόστολος καὶ ὃ οὐκ ἐβούλετο μὲν ποιεῖν, ἐποίει δέ, καὶ τὸ ἀγαθόν, ὃ ἐβούλετο μὲν ποιεῖν, οὐκ ἐποίει δέ, ἀλλὰ ἀντιστρόφως ὁσάκις μὲν ἤθελε ποιῆσαι τὸ ἀγαθόν, τοσαυτάκις οὐ τὸ ἀγαθὸν ὃ ἤθελεν, ἀλλὰ τὸ πονηρὸν ὃ μὴ ἤθελεν ἐποίει. ἄρα γὰρ οὐ θέλων εἰδωλολατρεῖν ἀλλὰ θεολατρεῖν, ὃ μὲν ἤθελε θεολατρεῖν οὐκ ἠδύνατο, ὃ δὲ μὴ ἤθελεν εἰδωλολατρεῖν ἠδύνατο, ἢ σωφρονεῖν μὲν ὃ ἤθελεν οὐκ ἐποίει, ἀκολασταίνειν δὲ ὃ ἤχθετο ἐποίει; καὶ συλλήβδην κραιπαλᾶν, ἀλλὰ ἀσωτεύεσθαι καὶ θυμοῦσθαι, ἀδικεῖν καὶ τὰ ἄλλα ὅσα πονηρίας ἔργα, ἃ μὴ ἤθελε μὲν ἐποίει, ἃ δὲ ἤθελε, δικαιοσύνην καὶ ὁσιότητα, οὐκ ἐποίει; καὶ μὴν αὐτὸς ἐν ταῖς ἐκκλησίαις προτροπάδην ἐξεγείρων πάντας εἰς τὸ μὴ ἀνομεῖν οὐ μόνον τοὺς ποιοῦντας καὶ ἐπιτηδεύοντας τὰ ἄτοπα ὀλέθρῳ τηρεῖσθαι καὶ ὀργῇ παρεγγυᾷ, ἀλλὰ καὶ τοὺς συνευδοκοῦντας αὐτοῖς εἰς ταῦτα, ἀμιγὲς ἁμαρτίας ἐν ἡμῖν τὸ δίκαιον ἀσκεῖσθαι διαμιλλώμενος. πᾶν γὰρ ἁμάρτημα καὶ ἐπιτήδευμα τὸ συμπέρασμα κτᾶται διὰ τῆς σαρκός. πολλάκις γοῦν ἐν ταῖς ἐπιστολαῖς ἀναφανδὸν αὐτὰ δὴ ταῦτα διδάσκων ἡμᾶς ὑπεκτρέπεσθαι καὶ μισεῖν φησί «μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε κλέπται οὔτε πλεονέκται οὔτε μέθυσοι οὐ λοίδοροι οὐχ ἅρπαγες 2.493 βασιλείαν θεοῦ κληρονομήσουσι»· καὶ τὸ κορυφαιότατον, εἰς τὸ παντάπασιν ἡμᾶς ἐκ παντὸς ἀποδρᾶναι καὶ ἀποτινάξασθαι τὸ ἁμαρτάνειν προτρέπων «μιμηταί μου» ἀποφαίνεται «γίνεσθε, καθάπερ κἀγὼ Χριστοῦ». οὕτως οὐ τὸ ποιεῖν ἃ μὴ ἤθελε καὶ πράττειν ὑπέθετο τὰ προειρημένα, ἀλλὰ τὸ μόνον λογίζεσθαι· ἐπεὶ πῶς ἂν ἦν μιμητὴς ἀκριβὴς τοῦ Χριστοῦ; νυνὶ δὲ ἐπειδήπερ ἐμπίπτουσι θηριώδεις πολλάκις λογισμοί, ἐπιθυμίας ἡμᾶς ἄλλοτε ἄλλως ἐμπιπλάντες καὶ περιεργίας ἀλόγου, ἠΰτε μυιάων ἀδινάων ἔθνεα πολλά, ἔφη «τὸ γὰρ ὃ οὐ θέλω, τοῦτο ποιῶ»· ἃ χρὴ τῆς ψυχῆς εὐθαρσῶς ἀποσοβεῖν, μηδὲν ὅλως εἰς τὸ ποιῆσαι τὰ ὑπ' αὐτῶν ὑπηχούμενα νεύοντας. ἵνα γὰρ ἐγκριθῶμεν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐν πάσαις ἡδοναῖς καὶ λύπαις δοκιμασθέντες, εἰ μὴ μεταβαλλοίμεθα ἀλλὰ πανταχοῦ καθάπερ ἀκήρατος χρυσὸς διὰ πυρὸς βασανιζόμενος οὐκ ἐξιστάμεθα τῆς οἰκείας ἀρετῆς, συμβαίνει τοῦτο τὸ διοχλεῖσθαι τὸν νοῦν ὑπὸ πολλῶν. ὅθεν δὴ γενναίως ὥσπερ στρατιώτας ἀρίστους ἀντιπαρατάσσεσθαι δεῖ, οἳ ἐπειδὰν ὑπὸ τῶν ἐχθρῶν αἴσθωνται πολιορκούμενοι, τοξείας οὐδὲν φροντίσαντες καὶ τῶν ἄλλων αὐτῶν ἀκοντισμάτων, ὑπὲρ τοῦ σῶσαι τὴν πόλιν προθύμως ἐπ' αὐτοὺς ἵενται, μηδὲν ἐλλείποντες σπουδῆς, ἔστ' ἂν τὸ στῖφος αὐτῶν εἰς φυγὴν ἀνατρέψαντες ἀπώσωνται τῶν ὅρων ἔξω. ὁρᾷς γὰρ ὡς οἱ λογισμοὶ διὰ τὴν ἐνοικοῦσαν ἁμαρτίαν ἐν ἡμῖν ἔξωθεν ἐπισυνίστανται, καθαπερεὶ κύνες λυσσῶντες ἢ ἄγριοι καὶ θρασεῖς λῃσταὶ καθ' ἡμῶν ἀεὶ 2.494 παρορμώμενοι ὑπὸ τοῦ τυράννου καὶ ἄρχοντος τῆς ἀδικίας, δοκιμάζοντος ἡμᾶς εἰ ἀνθίστασθαι αὐτοῖς ἀρκοῦμεν καὶ ἀντιπαρατάσσεσθαι. 59. Ἄγε οὖν, μή ποτε ὑπενδοῦσα