341
Ἐν δὲ τῷ Ἡσαΐᾳ λέλεκται, ὅτι Παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν. Οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτάς· Θεὸς δυνατὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ αἰῶνος. Τοῦτο τοίνυν διδάσκεται ὑπὸ τοῦ Πνεύματος τοῦ προφητικοῦ εὐχὴν ἀναπέμπειν ὁ καταλειφθεὶς ἔρημος λαὸς, καὶ αὐτῷ λέγειν· Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τοῦ δούλου σου; Ἀνθ' οὗ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ, τοῦ λαοῦ σου, ἡρμήνευσαν. ∆ιδάσκονται δὲ καὶ ἄρτον δακρύων ἐσθίειν ἐφ' οἷς τετολμήκασιν· ἵν', ἀποκλαυσάμενοι τὰ ἑαυτῶν κακὰ καὶ πενθήσαντες, τύχοιεν παρακλήσεως κατὰ τὸν φήσαντα μακαρισμόν· Μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται· μακάριοι οἱ πενθοῦντες, ὅτι παρακληθήσονται. Κατὰ δὲ τὸν Σύμμαχον· Ἐψώμισας ἡμᾶς, φησὶν, ἄρτον δακρύων, καὶ ἐπότισας ἡμᾶς μετὰ δακρύων μέτρῳ. Εἰ γὰρ καὶ τὰ μάλιστα κλαυθμοῦ καὶ δακρύων ἄξιοι γεγόναμεν, ὥστε ἀντὶ ἄρτου τρέφεσθαι κλαυθμοῖς καὶ στεναγμοῖς, καὶ ποτίζεσθαι δάκρυσι καὶ γόοις· ἀλλ' αὐτὰ ταῦτα μεμετρημένα ἡμῖν γινέσθω, ὥστε μὴ εἰς ἄπειρον ἡμῖν παραταθῆναι· λῆξαι δέ ποτε, καὶ μεταβαλεῖν ἐπὶ τὸ φαιδρότε 23.960 ρον. Σὺ γὰρ ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν, καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς, μηδὲν τούτων πάλαι καθ' ἡμῶν τολμῶντες, ὅτε σε προστάτην εἴχομεν. ∆ιὸ δεόμεθα, καὶ τὸν Θεὸν τῶν δυνάμεων ἀνακαλούμεθα, ἐπιστρέψαι ἡμᾶς καθικετεύοντες. Τοῦτο δὲ ἔσται εἰ ἐπιφανὴς γένοιο, καὶ τὸ σαυτοῦ πρόσωπον ἐπιδείξειας ἡμῖν. Τούτου γὰρ γενομένου, σωθησόμεθα λέξοντες ἂν καὶ ἡμεῖς· Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας· ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν. Ὡδοποίησας ἔμπροσθεν αὐτῆς, καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήρωσε τὴν γῆν. Ἀρχόμενος τῆς ἱκετηρίας ὁ Προφήτης, τὸν ποιμαίνοντα τὸν Ἰσραὴλ ἀνεκαλεῖτο. Ἦν δὲ ὁ Ἰσραὴλἕτερος τῆς ἐνταῦθα λεγομένης ἀμπέλου. Ὁ μὲν γὰρ ἀεὶ ποιμαίνεται ὑπὸ τοῦ Κυρίου· ἡ δὲ παροῦσα ἄμπελος πολλὴν ὑπέμεινε τὴν ἐπὶ τὰ χείρῳ ῥοπήν. ∆υσωπεῖ δὲ διὰ τοῦ θεοφιλοῦς ἀνδρὸς τοῦ πάλαι Ἰσραὴλ τὸν Θεὸν εἰς τὸ ἐπιβλέψαι κακῶς πράττουσι τοῖς ἐκείνου ἀπογόνοις. Εἴη δ' ἂν Ἰσραὴλ καὶ πᾶσα διορατικὴ ψυχὴ ὑπὸ τοῦ καλοῦ ποιμένος διὰ παντὸς ποιμαινομένη. Λεχθείη δ' ἂν καὶ ἄμπελος Θεοῦ ἡ τὴν εἰκόνα σώζουσα τοῦ φήσαντος ἐν Εὐαγγελίοις· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή. Ἡ δ' ἐξ Αἰγύπτου μετενηνεγμένη ἄμπελος ἡ παθοῦσα διαστροφὴν τυγχάνει ψυχή· ὁποῖος γέγονεν ὁ Ἰουδαίων λαὸς εἰδωλολατρήσας ἐν Αἰγύπτῳ μακροῖς χρόνοις, μικρούς τε προενεγκάμενος καρποὺς ὡς μαρτυρεῖ Μωϋσῆς ἐν μεγάλῃ ᾠδῇ γράφων ταῦτα περὶ αὐτῶν· Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας. Ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν. Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος· ἀλλὰ γὰρ καὶ οὕτως ἔχοντας αὐτοὺς ἐπισκεψάμενος ὁ Θεὸς μετεφύτευσεν, ἐκριζώσας μὲν τῆς Αἰγυπτιακῆς συμφυΐας, μεταφυτεύσας δὲ ἐν ἑτέρᾳ χώρᾳ καὶ τόπῳ πίονι, ὡς διδάσκει λέγων Ἡσαΐας· Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. Καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον Σωρήχ. Καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ. Καὶ δὴ ἐν τόπῳ πίονι καὶ πολὺ κρείττονι τῆς Αἰγύπτου χώρας μεταγαγὼν τὴν προλεχθεῖσαν ἄμπελον κατεφύτευσεν. Εἶθ', οἷα γεωργὸς ἄριστος, μετὰ τὴν πρώτην μεταμόσχευσιν, ὡδοποίησε ἔμπροσθεν αὐτῆς, πᾶν τὸ βλαστικὸν ἀποσκευάσας, καὶ πᾶσαν ἀλλοτρίαν ὕλην ἐκτεμὼν, ὡς μή τι κώλυμα ἐμποδὼν αὐτῇ γένοιτο πρὸς τὴν τῶν καρπῶν ἐκφυήν. Ἀντὶ δὲ τοῦ· Ὡδοποίησας ἔμπροσθεν αὐτῆς, ὁ Σύμμαχος· Ἀπεσκεύασας ἔμπροσθεν αὐτῆς, ἡρμήνευσεν. Εἶτ' ἐπήγαγε, καὶ ἐριζοβόλησας τὰς ῥίζας αὐτῆς. Τοιαύτης δ' ἐπιμελείας