402
ὑγιαίνετε, ευ αν εχοι· καὶ ἐγὼ δὲ καὶ τὰ στρατεύματα ὑγιαίνομεν." ̔Ο μὲν δὴ πρὸς ̓Ιουδαίους πόλεμος ουτως ηνυστο, ὁ δὲ πρὸς ̓Αλβανούς, εἰσὶ δὲ Μασσαγέται κατὰ τὸν ∆ίωνα, ὑπὸ Φαρασμάνου κεκίνητο· καὶ τὴν μὲν Μηδίαν λίαν ἐλύπησε, τῆς δ' ̓Αρμενίας καὶ τῆς Καππαδοκίας ηψατο μέν, τῶν δ' ̓Αλβανῶν πῇ μὲν δώροις πεισθέντων, πῇ δὲ δεισάντων ἐπαύσατο. ̓Ελθὼν δὲ εἰς τὴν ̔Ρώμην ̓Αδριανὸς αἰτοῦντι τῷ δήμῳ ἁρματηλάτην δοῦλον ἐλευθερίας τυχεῖν, ἀντεῖπεν ὡς "οὐ προσήκει ουτ' ἐμοὶ ἀλλότριον ἐλευθερῶσαι δοῦλον ουθ' ὑμῖν τὸν δεσπότην αὐτοῦ ποιῆσαι τοῦτο βιάζεσθαι." νοσήσας δέ, αιματος αὐτῷ διὰ τῆς ῥινὸς κενουμένου, καὶ ἀπογνωσθείς, Κόμοδον Λούκιον Καίσαρα ̔Ρωμαίοις ἀνεῖπε. Σευηριανὸν δὲ καὶ Φοῦσκον τὸν εγγονον ἀγανακτοῦντας ἐπὶ τούτῳ ἐφόνευσεν· ην δὲ Σευηριανὸς ἐνενηκοντούτης. ος ἀποσφαγῆναι μέλλων πῦρ ῃτησε καὶ θυμιῶν εφη "ὑμεῖς, ω θεοί, ιστε οτι οὐδὲν ἀδικῶ· ευχομαι δὲ τὸν Ἀδριανὸν ἐπιθυμῆσαι ἀποθανεῖν, μὴ δύνασθαι δέ." οθεν καὶ χρονίως νοσήσας ̓Αδριανὸς ηυξατο πολλάκις ἀποσβῆναι, ωστε καὶ ἑαυτὸν ἐθελῆσαι διαχειρίσασθαι. ὁ μέντοι Σευηριανὸς καὶ αὐτῷ τῷ ̓Αδριανῷ αξιος τῆς αὐταρχίας νενόμιστο. εἰπὼν γὰρ τοῖς φίλοις ποτὲ ινα δέκα ανδρας δοκίμους εἰς αὐταρχίαν ἐξονομάσωσι, μικρόν τι διαλιπὼν εφη ὡς "ἐννέα θέλω μαθεῖν· τὸν γὰρ ενα γινώσκω τὸν Σευηριανόν." 3.76 Ησαν δὲ καὶ Τούρβων καὶ Σίμιλις τῶν ἀρίστων ἐπιφανέστατοι. καὶ ὁ μὲν Τούρβων, οια στρατηγικώτατος, επαρχος γεγονὼς ειτ' ουν αρχων τοῦ δορυφορικοῦ, ὡς εις τῶν πολλῶν διεβίω· ος ουποτε ἡμέρας οικοι ωπτο οὐδὲ νοσήσας, ἀλλὰ πρὸς τὸν βασιλέα διέτριβε. καί ποτε νοσοῦντι ἀτρεμήσειν αὐτῷ τοῦ αὐτοκράτορος συμβουλεύοντος, ειπεν οτι τὸν επαρχον ἑστῶτα δεῖ τελευτᾶν. ὁ δὲ Σίμιλις ἡλικίᾳ καὶ τάξει προήκων αὐτοῦ, καὶ ἑκατονταρχῶν ἐπὶ Τραιανοῦ, καὶ κληθεὶς παρ' αὐτοῦ πρὸ τῶν ἐπάρχων, εφη αὐτῷ εἰσελθών "αἰσχρόν ἐστι, Καῖσαρ, τῶν ἐπάρχων ἑστώτων εξω, ἑκατοντάρχῃ σε ὁμιλεῖν." ειτα καὶ τῆς τῶν δορυφόρων ἀρχῆς ακων ἀξιωθεὶς ελαβε μέν, ἐξέστη δ' ἑκὼν καὶ ἐν ἀγρῷ διεβίω. ενθα καὶ τέθνηκεν, ἐνιαυτοὺς ἐκεῖ διατρίψας ἑπτά, ἐπιγράψας τῷ μνήματι οτι Σίμιλις ἐνταῦθα κεῖται, βιοὺς μὲν ετη τόσα, ζήσας δ' ἑπτά. ̓Αδριανὸς δὲ φθόῃ τ' ἐλήφθη ἐκ τῆς πολλῆς τοῦ αιματος ῥύσεως καὶ ὑδέρῳ. ὡς δὲ ὁ Καῖσαρ ὁ Λούκιος Κόμοδος αιμα ἐμῶν ἐκ πλείονος ἐξαίφνης ἐξέλιπεν ἀθρόον πλείστου αιματος ἐκχυθέντος, συνεκάλεσε τοὺς πρώτους τῶν βουλευτῶν καὶ ειπεν "τὸν Λούκιον τὸ δαιμόνιον ἀφείλετο ἡμῶν, ευρον δὲ αὐτοκράτορα ὑμῖν εὐγενῆ, πρᾷον, ευεικτον, φρόνιμον, μήθ' ὑπὸ νεότητος προπετὲς μήθ' ὑπὸ γήρως ἀμελές τι ποιήσοντα, τὸν ̓Αντωνῖνον Αὐρήλιον." καὶ ὁ μὲν ουτως προκεχείριστο αὐτοκράτωρ· φροντίζων δὲ καὶ περὶ τῶν μετὰ ταῦτα αὐταρχησόντων ̓Αδριανός, ἐπεὶ αρρενος ὁ ̓Αντωνῖνος ἠμοίρει γονῆς, τὸν Κομόδου υἱὸν Κόμοδον αὐτῷ εἰσεποίησε, καὶ Μάρκον Αννινον Βῆρον, ος Κατίλιος ὠνόμαστο πρότερον, ̓Αννίνου Βήρου τοῦ τρὶς ὑπατεύσαντος καὶ χιλιαρχήσαντος εγγονος ων. 3.77 ̔Υδέρῳ δὲ περιπεσὼν ὁ ̓Αδριανὸς μαγγανείαις μέν τισι καὶ γοητείαις ἐκένου ποτὲ τὸ ὑγρόν, δι' ὀλίγου δ' αυθις ἠθροίζετο ετερον· καὶ ὡς ἐπεδίδου πρὸς τὸ χεῖρον ἀεί, ἀποθανεῖν ἐπεθύμει, οὐκ ἠδύνατο δέ, μηδενὸς αὐτῷ διδόντος μὴ ξίφος, μὴ φάρμακον. καὶ τέλος, μὴ οιός τε ων ἑαυτὸν διαχρήσασθαι, τῆς κατὰ τὴν δίαιταν ἀκριβείας μεθῆκε, καὶ μὴ προσήκουσιν ἐδωδίμοις καὶ ποτοῖς χρώμενος κατέλυσε τὴν ζωήν, ζήσας ετη δύο καὶ ἑξήκοντα πρὸς μησὶ πέντε καὶ ἡμέραις ἐννεακαίδεκα, μοναρχήσας δὲ ἐπὶ εικοσι καὶ ενα ἐνιαυτὸν μηνὸς ἑνὸς λείποντος. ̓Επὶ δὲ τῆς ἡγεμονίας αὐτοῦ ̓Αλέξανδρος ἀρχιερατεύσας ἐν ̔Ρώμῃ δέκατον ετος εἰς τὴν ἀγήρω μετέβη ζωήν· ον διεδέξατο Ξύστος. καὶ Πρῖμος δὲ ̓Αλεξανδρέων ἐπισκοπήσας δωδέκατον ἐνιαυτὸν καὶ μεταλλάξας τὴν βιοτήν, ̓Ιοῦστον εσχε διάδοχον. τῶν δ' ἐν ̔Ιεροσολύμοις ἐπισκόπων τὸν ἀριθμὸν εἰς πεντεκαίδεκα περιστῆναι μέχρι τῆς κατὰ ̓Αδριανὸν ̓Ιουδαίων ἀποστασίας, βραχυβίων, ὡς εοικε, γεγονότων, ὁ Εὐσέβιος ἱστορεῖ, πάντας δ' ἐξ ̓Ιουδαίων πιστεύσαντας ειναι. ων