421
ὥσπερ τοῖς βουλομένοις κατέχειν τὴν ἁγίαν πατέρων πίστιν ἀποστολικήν τε καὶ προφητικὴν καὶ ἀπ' ἀρχῆς ἄχρι τοῦ δεῦρο ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ κεκηρυγμένην, σαφῶς παρεθέμεθα, εἰς τὸ κατέχεσθαι τὴν διάνοιαν καὶ ἀσφαλίζεσθαι, τοῦ μὴ ταῖς ἐπινοίαις τοῦ διαβόλου ῥιπίζεσθαι μηδὲ κλυδωνισμῷ παραβλάπτεσθαι τῷ ἀπὸ τῶν αἱρέσεων ἐν κόσμῳ πολυβλύστως κεκινημένῳ. οὕτω γὰρ καὶ ὁ κύριος ἐδίδαξε τοὺς ἑαυτοῦ μαθητὰς λέγων, ὅτι «ἐὰν ὅπερ ἀπ' ἀρχῆς ἠκούσατε, μείνῃ ἐν ὑμῖν καὶ ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἠκούσατε † ἀπ' ἀρχῆς, ὑμεῖς ἐν ἐμοὶ μενεῖτε καὶ ἐγὼ ἐν ὑμῖν, κἀγὼ ἐν τῷ πατρὶ καὶ ὑμεῖς ἐν ἐμοί». ὥστε οὖν τὰ ἀπ' ἀρχῆς ἀκουσθέντα ἀπὸ τοῦ κυρίου ἀληθινὰ τῆς πίστεως μένει ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ καὶ διὰ τοῦτο μένει ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία καὶ ὀρθόδοξος πίστις ἐν κυρίῳ καὶ ὁ κύριος ὁ μονογενὴς ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν υἱῷ καὶ ἡμεῖς ἐν αὐτῷ διὰ τοῦ ἁγίου πνεύματος, ἐὰν γενώμεθα ναοὶ χωροῦντες τὸ ἅγιον αὐτοῦ πνεῦμα· καθὼς εἶπεν ὁ ἅγιος τοῦ θεοῦ ἀπόστολος ὅτι «ὑμεῖς ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν». ἄρα γοῦν θεὸς ἐκ θεοῦ τὸ πνεῦμα, δι' οὗ πνεύματος ἁγίου ναοὶ καλούμεθα, ἐὰν κατοικίσωμεν τὸ αὐτοῦ πνεῦμα ἐν ἡμῖν. πνεῦμα γὰρ Χριστοῦ τὸ πνεῦμα, ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, ὡς αὐτὸς ὁ μονογενὴς ὁμολογεῖ. 28. Ταῦτα οὖν πάντα ἐν τῷ περὶ πίστεως λόγῳ προειρημένῳ ὑφηγησάμεθα ἐν τῷ, ὡς εἶπον, γραφέντι εἰς τὰ μέρη τῆς Παμφυλίας καὶ Πισιδίας. ἐνταῦθα δέ, ἐπειδὴ ἐφθάσαμεν εἰς τὰς ἑξῆς ζητουμένας λέξεις, ἀναγκαίως πάλιν ἐπιμνημονεῦσαι ἐσπουδάσαμεν τὰ αὐτά, ὡς εἰπεῖν, διὰ τὸν προ3.178 κείμενον αἱρεσιάρχην Ἄρειον καὶ τοὺς ἀπ' αὐτοῦ Ἀρειανοὺς, ἵνα ἐκλύσωμεν τὰς αὐτῶν κακίας τὰς «τὸ γλυκὺ εἰς πικρὸν» μεταβαλλούσας καὶ «τὸ ἀγαθὸν εἰς φαῦλον καὶ τὸ φῶς εἰς σκότος». τοῖς γὰρ τοιούτοις τελείως ὑπὸ τοῦ κυρίου διὰ τοῦ ἁγίου Ἠσαΐου τὸ οὐαὶ ὁρίζεται, «τοῖς τὰ ἀγαθὰ εἰς κακὰ μεταβάλλουσι». καὶ θεὸς οὐδαμοῦ αἴτιος τῶν τοιούτων, ἀλλ' ἕκαστος τούτων ἢ κατὰ κενοδοξίαν ἢ κατὰ πρόληψιν ἢ κατὰ ἐθελοσοφίαν ἢ κατὰ οἴησιν δαιμονιώδη ἐξέπεσε τῆς ἀληθείας καὶ τῷ κόσμῳ παρεισήγαγε θλῖψιν, τὴν αὐτοῦ μοχθηρίαν. Φέρε γοῦν διὰ ταύτης τῆς λέξεως διαλάβωμεν, ἵνα γνῶμεν τὰ ὑπὸ κυρίου λελαλημένα, ὥς φησιν ὁ ἅγιος ἀπόστολος «καὶ ἡμεῖς πνεῦμα θεοῦ ἔχομεν, ἵνα γνῶμεν τὰ ὑπὸ θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν» καὶ τὰ ἑξῆς. φησὶ γοῦν ὁ κύριος «δὸς αὐτοῖς ζωὴν ἔχειν ἐν ἑαυτοῖς. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». 29. Ἀναπηδᾷ δὲ κυκῶν οὗτος ὁ Ἄρειος καὶ οἱ ἀπ' αὐτοῦ καὶ λέγουσι· τῷ ὅλως εὔξασθαι τῷ θεῷ καὶ λέγειν «πάτερ δὸς αὐτοῖς ζωὴν ἔχειν ἐν ἑαυτοῖς», οὐκ ἔστιν ἴσος τῷ παρέχοντι τὴν ζωήν. εἰ γὰρ ἦν ἐκ τῆς τοῦ πατρὸς οὐσίας, αὐτὸς ἂν ἐχαρίζετο τὴν ζωὴν καὶ οὐκ ἂν ᾐτεῖτο τὸν πατέρα δοῦναι τοῖς λαμβάνουσι τὰ ὑπ' αὐτοῦ διδόμενα δι' αἰτήσεων. καὶ οὐκ ἴσασιν οἱ καθ' ἑαυτῶν τὴν διάνοιαν διαστρέψαντες ὅτι τὰ πάντα ὁ μονογενὴς ἦλθεν, ἵνα γένηται ἡμῖν ὑπογραμμὸς καὶ σωτηρία, μέσος ἑστὼς τοῦ κόσμου ὡς ἐπὶ θεάτρου ἀθλητοῦ δίκην διαλύων πάντα τὰ κατὰ τῆς ἀληθείας ἐπαναστάντα ἔκ τε τῆς ἀπιστίας καὶ συκοφαντίας καὶ πλάνης διαβόλου, πῆ μὲν διὰ εἰδωλολατρείας πῆ δὲ διὰ Ἰουδαϊκῆς οἰήσεως πῆ δὲ δι' ἀπιστίας πῆ δὲ διὰ τῆς ἐπάρσεως τῆς τῶν ἀνθρώπων ὑπολήψεως, ἵνα διδάξῃ τοὺς ἀνθρώπους ταπεινοφρονεῖν, τοῦ μή τινα ἑαυτὸν ἡγήσασθαί τι ἄνθρωπος ὤν, ἀλλ' εἰς τὸν πατέρα τῶν ὅλων ἀναφέρειν τὸ πᾶν. καὶ διὰ τοῦτο καίπερ ὢν ζωή, ὡς λέγει «ἐγώ εἰμι ἡ ζωή», δυνάμενος παρέχειν τὴν ζωὴν οὐ βούλεται ταράξαι τὸ δίκαιον, ἀλλὰ ὡς ἦλθεν εἰς μίαν ἀρχήν, εἰς μίαν θεότητα, εἰς μίαν ἀλήθειαν, εἰς μίαν ὁμόνοιαν, εἰς μίαν δοξολογίαν, συναγαγεῖν τῶν ἀνθρώπων σωτηρίαν τε καὶ διάνοιαν, καὶ ἐνώπιον τῶν μαθητῶν τὸν πατέρα αἰτεῖται. τίς γὰρ υἱὸς