434
καὶ ἐγκαυχώμενοι ἐπὶ πᾶσιν οἷς παρανόμως διαπράττονται. Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. Χήραν καὶ προσήλυτον ἀπέκτειναν, καὶ ὀρφανοὺς ἐφόνευσαν. Καὶ εἶπαν, Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ. Οὐκ ἤρκει, φησὶ τοῖς ἁμαρτωλοῖς τὸ εἰς αὑτοὺς ἁμαρτάνειν, ἀλλ' ἤδη καὶ τῷ σῷ λαῷ καὶ τῇ σῇ Ἐκκλησίᾳ ἐπανέστησαν, τοὺς μὲν ταπεινοῦντες, τοὺς δὲ κακοῦντες, τοὺς δὲ παντελῶς ἀναιροῦντες. Καὶ ταῦτα κατὰ τοῦ σοῦ λαοῦ, ὦ Κύριε, καὶ κατὰ τῆς σῆς κληρονομίας τετολμήκασι, μονονουχὶ τὰ ἀσεβῆ καὶ βλάσφημα περὶ σοῦ φρονοῦντες Εἶπον γὰρ ἐν ἑαυτοῖς ἀσεβὲς λογισάμενοι· Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ. ∆ιὸ, ὡς μὴ ἐφορῶντος, μηδὲ συνιέντος σοῦ, τὰ τοσαῦτα δρᾷν ἐπιχειροῦσι κατὰ τοῦ λαοῦ σου, καὶ κατὰ τῆς κληρονομίας σου, κατά τε χηρῶν καὶ προσηλύτων καὶ ὀρφανῶν, τῶν κατὰ ἀνθρώπειον ἀπεριστάτων καὶ ἀβοηθήτων. Οὐ τοσοῦτον δὲ κατ' ἐκείνων ταῦτ' ἔπραττον, ὅσον κατὰ σοῦ, ὦ Κύριε· σοῦ γὰρ ἦσαν λαὸς καὶ σοῦ κληρονομία οἱ καταπονούμενοι· καὶ εἰς σὲ βλασφημοῦντες καὶ ἀσεβοῦντες οἱ καταπονοῦντες αὐτοὺς ταῦτ' ἐλογίζοντο, ὡς οὐκ ὄντος σοῦ, οὐδ' ἐφορῶντος, οὐδὲ συνιέντος, οὐδὲ ἐκδικοῦντος τὰ πραττόμενα. ∆ιὸ εἰκότως ἔφην εὐχόμενος, Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε διαμενοῦσι ταῦτα ποιοῦντες; Λαόν τε καὶ κληρονομίαν Θεοῦ χρὴ νοεῖν πάλαι μὲν τὸ Ἰουδαίων ἔθνος, ἐπεὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Μετὰ δὲ τὴν ἐκείνων ἀποβολὴν, ἣν παρίστησι προφητικός τις λόγος, φήσας· Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου· νέον λαὸν τὸν ἐξ ἐθνῶν ἀντ' ἐκείνων εἰσάγει ἀκολούθως ἑτέρα προφητεία εἰς πρόσωπον τοῦ Χριστοῦ φάσκουσα· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Σύνετε δὴ ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε. Ὁ φυτεύσας τὸ οὖς οὐκ ἀκούσεται; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐ κατανοεῖ; Ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει, ὁ διδάσκων ἄνθρωπον γνῶσιν; Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι. Ἀποδυσπετήσας καὶ ἀνθρωπίνως ἀποκλαυσάμενος ὁ Προφήτης περὶ τῶν τοῖς ἀσεβέσι τολμωμένων, εὐξάμενός τε καὶ εἰπών· Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις· ἀλλὰ καὶ ὡς ἀνακινήσας τὸν Θεὸν, καὶ διεγείρας διὰ τοῦ φάναι· Τὸν λαόν σου καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν καὶ ἐταπείνωσαν, καὶ εἶπαν, οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ· ἐμπίπλαται τῆς τοῦ ἁγίου Πνεύματος δυνάμεως, καὶ ὡς πρὸς τοὺς εἰρη 23.1200 κότας· Οὐκ ὄψεται ὁ Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακὼβ, ἀποκρίνεται λέγων· Καὶ πῶς, ὦ τὴν διάνοιαν ἀληθῶς τυφλοὶ, οὐ δύναται μὴ ὁρᾷν, μηδὲ ἀκούειν, ὁ τοῖς μὴ ἔχουσι ταῦτα παρασχόμενος; Πάντως γάρ που ὁ μεταδιδοὺς ἑτέροις πρῶτος αὐτὸς κέκτηται ταῦτα, ὧν μεταδίδωσιν. Ἔστι δὲ ὁ λόγος κατὰ συλλογισμὸν εἰρημένος καὶ κατασκευαστικὸς τοῦ περὶ προνοίας δόγματος. Προσῆκε δὲ μάλιστα τοῖς τοιούτοις τῶν θείων Γραφῶν ἐφιστάναι τὸν νοῦν τόποις, εἰς ἀπόδειξιν τοῦ μὴ ἄλογον πίστιν προβάλλεσθαι ἡμῖν ὑπ' αὐτῶν, μετὰ λογισμῶν δὲ ἐναργῶν καὶ ἀποδείξεων λογικῶν τὰς τῶν δογμάτων μαρτυρίας παρέχειν· Μυρία δ' ἂν εἴη τοιαῦτα ταῖς ἱεραῖς βίβλοις κατεσπαρμένα. Συλλογίζεται τοιγαροῦν τοὺς ἀσεβεῖς καὶ ἀθέους τοῦ μὴ ἐφορᾷν τὸν Θεὸν τὰ ἀνθρώπινα φάσκοντας. Πότερα γὰρ, φησὶν, ὦ οὗτοι, αὐτόματος ὑπέστη τῶν ζώων ἡ φύσις, ἢ γέγονεν ἔκ τινος αἰτίου; Τὸ μὲν οὖν φάσκειν εἰκῇ καὶ ὡς ἔτυχεν, ἀλόγως καὶ αὐτομάτως τὴν ἄζωον καὶ ἄψυχον καὶ ἀνόητον ὕλην τὰ τοσαῦτα ζῶα καὶ τὴν ἐφ' ἑκάστῳ γένει τῶν ζώων τοιάνδε κατασκευὴν, τάς τε ἐν αὐτοῖς μορφὰς καὶ τὰ εἴδη καὶ τὴν τοσαύτην τῶν μερῶν τε καὶ μελῶν διάθεσιν, τήν τε τοῦ κάλλους ποικιλίαν, καὶ τὰς τοσαύτας διαφορὰς προενηνοχέναι, σφόδρα μωρὸν καὶ