ἀκροατήν. καὶ προκατάρχει μὲν θρήνου ἡ Κασσάνδρα κωκύσασα καὶ τὸν λαὸν δὲ συγκαλεσαμένη πρὸς θέαν ὡς οἷα καὶ κῆρυξ, καί τινα βραχὺν ὑπειποῦσα ἔπαινον, ὅτε καὶ οὐδεὶς ἐν τῇ πόλει ἐλείπετο ἐπὶ τῇ θέᾳ τοῦ νεκροῦ καὶ ὅτι ὁ γέρων βασιλεὺς παραδόξως σέσωστο. εἶτα θρηνοῦσιν ἄνδρες ἀοιδοὶ θρήνων ἔξαρχοι ᾄδοντες τὰ συνήθη, ὡς εἰκός. Ὅμηρος γάρ, οὕτω δόξαν αὐτῷ, οὐδὲν περὶ τούτων ἐπισημαίνεται. «ἐπὶ δ' ἐστενάχοντο γυναῖκες». εἶτα δὴ αὐταῖς Ἀνδρομάχη ἄρχει γόοιο, μονῳδοῦσα ὅσα γυνὴ σώφρων ἐπ' ἀγαθῷ καὶ ἀνδρείῳ ἀνδρὶ κειμένῳ. μετὰ δ' αὐτὴν κλαίει Ἑκάβη, οὐδέν τι λέγουσα ὡς μήτηρ πρὸς παῖδα, ὀλίγον δὲ εἰποῦσα καὶ αὐτὴ ἔπαινον 4.987 τοῦ υἱοῦ, ὡς θεοῖς φίλου καὶ μετὰ θάνατον. ἀγροικότερον γὰρ ἡ γραῦς διάκειται, ἣ καὶ ἐν τοῖς πρὸ τούτων τῷ προκολπίῳ καὶ τῷ μαζῷ ἐπέτρεψε τὴν εἰς τὸν Ἕκτορα ἱκετείαν οὐ πολλά τινα φθεγξαμένη. ἐπὶ δὲ πᾶσι λαλεῖ καὶ ἡ Ἑλένη τεχνικῶς, τόν τε κείμενον ἐπαινοῦσα εἰς πραΰτητα, λέγουσα δέ τι καὶ ὑπὲρ Πριάμου, καὶ ἑαυτῆς καταφερομένη. ταύτῃ δὲ ἐπιστένει καὶ δῆμος ἀπείρων. καὶ τὸ ἐντεῦθεν τῶν μακρῶν θρήνων ἀπαλλαγεὶς ὁ νεκρὸς ὀψέ ποτε θάπτεται. Σημείωσαι δ' ἐν τούτοις, ὅτι οὐ λέγει ὁ ποιητής, τί ἂν εἶπεν ὁ δῆμος ἢ αἱ γυναῖκες, ὥσπερ οὐδὲ οἱ ἀοιδοί, ἐπὶ τῷ κειμένῳ. δυσχερὲς γὰρ τὰ τοιαῦτα μιμεῖσθαι. τὴν δὲ ἰσχὺν αἱ ἠθοποιΐαι ἐπὶ τῶν καθέκαστα μάλιστα ἔχουσι. διὸ καὶ ὁ ποιητὴς ἐν τοῖς κοινοῖς ἠθοποιεῖ ἀρχόμενος οὕτω «ὧδε δέ τις εἴπεσκε», μερικεύων τὸ κοινὸν διὰ τοῦ τίς ἀορίστου ὀνόματος. οὐ λέγει δέ τι ἐν τούτοις οὐδ' ὁ Πρίαμος, διότι τε τὴν τοῦ γέροντος ῥητορικὴν ἔφθη ὁ ποιητὴς ἐπιδείξασθαι ἀλλαχοῦ, ὡς καὶ προεδηλώθη, ὃν καὶ Ἀχιλλεὺς ἐθαύμαζε μῦθον ἀκούων, καὶ ὅτι τὸ πᾶν τῆς ταφῆς ἀνύων θρήνοις οὐκ ἐνευκαιρεῖ. (ῃ. 777-81) Ὅτι πλατύνας ἐν τοῖς ἔμπροσθεν ὁ ποιητὴς τὰ τῆς πυρᾶς τοῦ Πατρόκλου ἐπιτρέχει ἐνταῦθα τῇ τοῦ Ἕκτορος ταφῇ, τεχνικῶς καὶ συνήθως τοῦτο ποιῶν, ἵνα μὴ περιττολογῇ, καθὰ καὶ προσεσημείωται, καὶ μυθολογεύῃ τὰ ἀριζήλως εἰρημένα, ὥς που αὐτός φησι. καὶ λέξεσι μὲν καὶ στίχοις τισὶ χρᾶται τῶν ἐν τῷ Ἐπιταφίῳ, οὐδὲν δὲ ἐνδιασκεύως λαλεῖ, ἀλλὰ φράζει γοργῶς· ὃς ἐκέλευσεν ἄξειν Τρῶας ξύλα ἄστυδε, μηδὲ θυμῷ δειδιότας πυκινὸν λόχον, ὡς Ἀχιλλεύς, φησί, «πέμπων μ' ὧδε», ἤγουν οὕτως, «ἐπέτελλεν», ὑποσχόμενος «μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς». (ῃ. 782-92) Καὶ αὐτὸς μὲν «ὣς ἔφατο. οἳ δ' ὑπ' ἀμάξῃσι βόας ἡμιόνους τε ζεύγνυσαν, αἶψα δ' ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο, ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην», ὡς τηλόθι τῆς ὕλης οὔσης, καθὰ ἐδηλώθη. «ἀλλ' ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς, καὶ τότ' ἂρ ἐξέφερον θρασὺν Ἕκτορα δακρυχέοντες. ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν», ὥς που καὶ ὁ τοῦ Πατρόκλου ἐτέθη νεκρός, «ἐν δ' ἔβαλον πῦρ». πρωῒ δὲ «ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός. οἳ πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ πᾶσαν», ὡς καὶ ἐν τῷ Ἐπιταφίῳ, «ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα ὀστέα λευκὰ λέγοντο κασίγνητοι ἕταροί τε, μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν. καὶ τά γε χρυσέην ἐς λάρνακα θῆκαν ἑλόντες, πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν· αἶψα δ' ἂρ ἐς κοίλην κάπετον θέσαν αὐτὰρ ὕπερθε πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι· ῥίμφα 4.988 δὲ σῆμ' ἔχεαν· περὶ δὲ σκοποὶ εἵατο», ἤγουν ἐκάθηντο, «πάντῃ», καὶ ἑξῆς. (ῃ. 799 ς.) Καὶ ὅρα ὅτι ὁ Πρίαμος, εἰ καὶ μή πω ἦν δωδεκάτη, ὥστε καὶ πολεμίξειν, εἴπερ ἀνάγκη, ὅμως προμηθευτικῶς, ἀσφαλείας χάριν στρατηγικῆς, ἐκάθισε σκοποὺς οὐχ' ἁπλῶς, ἀλλὰ «πάντῃ, μὴ πρίν», φησίν, «ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί». ὃ δὴ ἐλλιπῶς ἐλέχθη καὶ συντόμως καθ' ὁμοιότητα τῶν πραττομένων. δηλοῖ γὰρ τὸ μὴ πρὶν ταφῆναι τὸν νεκρὸν καὶ σῆμα χωσθῆναι ἐφορμηθῶσιν οἱ πολέμιοι. (ῃ. 783 ς.) Ἰστέον δὲ ὅτι τε τὸ «αἶψα δ' ἔπειτα» δὶς ἐν τοῖς ῥηθεῖσι κεῖται, καὶ ὅτι ἐκ τοῦ «πρὸ ἄστεος» τὸ προάστειον παρὰ τοῖς ὕστερον σύγκειται, καὶ ὅτι ἐν τῷ ἀγινέμεν ὕλην, ὅ ἐστιν ἄγειν, φέρειν, μετακομίζειν, δηλοῦται ὡς καὶ τὸ ὕλην ἀξέμεν τὸ ἀγαγεῖν μᾶλλον δηλοῖ, οὐ μὴν τὸ κλάσαι. πάντως γὰρ ἀγινεῖν μόνον τὸ ἄγειν, οὐ μὴν καὶ τὸ