440
ραιωθῆναι, τὰ πρὸς τὸν προκείμενον ἀρκοῦντα ἀγῶνα εἰληφότα στρατεύματα. ἔτυχε γὰρ Βάρδας ὁ Φωκᾶς ἀποδρὰς ἐξ Ἀμασείας, ἣν οἰκεῖν κατεκέκριτο, μετὰ συγγενῶν καὶ φίλων καὶ συνήθων, μεθ' ὧν ἀφανῶς συνωμόσατο τὴν ἐν Καππαδοκίᾳ καταλαβεῖν Καισάρειαν, κἀκεῖσε ἑταιρικὸν οὐκ ὀλίγον ἀθροίσας, ὧν ἦσαν ἔξαρχοι οἱ τοῦ πατρικίου Θεοδούλου παῖδες τοῦ Παρσακουτηνοῦ Θεόδωρος καὶ Νικηφόρος καί τις πατρίκιος ἄλλος Συμεὼν ὁ Ἀμ 2.389 πελᾶς, διάδημα περιθεὶς ἑαυτῷ καὶ τὰ λοιπὰ τῆς βασιλείας ἀνει ληφὼς γνωρίσματα ἀποστασίαν κατὰ τοῦ βασιλέως κινῆσαι, τοῦ πατρὸς αὐτοῦ Λέοντος τοῦ κουροπαλάτου τοὺς μὲν ἀναπείσαντος δώροις εἰς τοῦτο, τοὺς δὲ ὑποσχέσεσιν ἀξιωμάτων καὶ κτήσεων, ὑπηρέτῃ πρὸς τοῦτο χρησαμένου τῷ τῆς Ἀβύδου ἐπισκόπῳ. ἐβού λετο δὲ καὶ αὐτὸς ἐκ τῆς Λέσβου διαπερᾶν λάθρᾳ σὺν τῷ υἱῷ Νικηφόρῳ εἰς τὰ ἐπὶ Θρᾴκην χωρία. γνωσθέντος δὲ τούτου τῷ βασιλεῖ, ἐπεὶ καὶ ὁ ἐπίσκοπος συνειλημμένος καὶ τοὺς ἐλέγχους οὐχ οἷός τε ὢν διαδιδράσκειν πάντα ἐξοῖσεν εἰς τοὐμφανές, παρε δόθη τοῖς δικασταῖς ὁ κουροπαλάτης, καὶ ὑπὸ πάντων τούτων προστιμᾶται τεθνάναι σὺν τῷ υἱῷ· ἐπιεικέστερον δὲ χρησαμένου τοῦ βασιλέως, ἀειφυγίᾳ καὶ τῶν ὀμμάτων πηρώσει καὶ ἄμφω κα ταδικάζονται, λεληθότως, ὡς λέγεται, τοῦ βασιλέως παραγγεί λαντος τοῖς δημίοις μηδαμῶς τὰς ὄψεις τούτων λωβήσασθαι, ἀλλὰ δόκησιν μὲν παρασχεῖν ἐκτυφλώσεως, ἔργῳ δ' ἐᾶσαι τού τους τὸ οἰκεῖον ἀποφέρεσθαι φῶς, ἀποκρύψαι δὲ καὶ ὅτι προστε ταγμένον ἦν τοῦτο παρὰ τοῦ βασιλέως, ἑαυτοῖς δὲ τὸ ἔργον ἀνα θέσθαι ὡς τάχα φιλανθρωπευσαμένοις καὶ χαρισαμένοις τὸ βλέπειν αὐτοῖς.
Καὶ τὰ μὲν τοῦ κουροπαλάτου εἰς τοῦτο ἐτελεύτα· διαβὰς δὲ ὁ Σκληρὸς εἰς τὴν Ἀσίαν κἀν τῷ ∆ορυλαίῳ γενόμενος πρῶτον μὲν ἀπεπειρᾶτο τοῦ Φωκᾶ καὶ τῶν τούτῳ συναιρομένων, εἴ πως δυνηθείη αὐτὸς ἀγαθῶν ὑποσχέσεσιν ἀποστῆναι πεῖσαι τῶν βεβουλευμένων (καὶ γὰρ δὴ καὶ παραγγελίαν εἶχεν ἐκ βασιλέως ὡς ἀνυστὸν ἀγωνίσασθαι ἐμφυλίου αἵματος καθαρὰς διατηρῆσαι 2.390 τὰς χεῖρας)· ὡς δ' ἀνηνύτοις ἔγνω ἐπιχειρῶν (ἐθρασύνοντο γὰρ μᾶλλον ἢ ἐχαυνοῦντο ταῖς πρεσβείαις οἱ ἀποστάται), ἔργου ἤδη ἅπτεσθαι ἔκρινε, καὶ τὸν στρατὸν ἀγείρας ἀπῄει πρὸς τὴν Καισάρειαν. ὅπερ οἱ σὺν τῷ Φωκᾷ ἐγνωκότες, καὶ τὸ ἐπ' ἀδήλοις ἐλπίσιν ὀχεῖσθαι ἐάσαντες καὶ τὰ ἐν χερσὶ προτιμήσαντες, τὰς ἐκ τοῦ βασιλέως διδομένας αὐτοῖς δωρεὰς δεξάμενοι νυκτὸς ἐπιγενο μένης αὐτομολοῦσι πρὸς τὸν Σκληρόν, πρῶτος μὲν ὁ ∆ιογένης Ἀδράλεστος, εἶτα καὶ ὁ Ἀμπελᾶς καὶ οἱ τοῦ Θεοδούλου παῖδες, οἱ καὶ τὸ πᾶν τῆς ἀποστασίας προκαταρτύσαντες, καὶ ἐφεξῆς τὸ λοιπὸν ἅπαν πλῆθος, ὡς μόνον ἀθρόον μετὰ τῶν ἑαυτοῦ θερα πόντων περιλειφθῆναι τὸν Φωκᾶν. πάσης δὲ βοηθείας ἔρημος οὗτος ἀπολειφθείς, καὶ ἀνίᾳ βαπτισθεὶς καὶ λύπῃ κατὰ τῶν παρα κινησάντων, εἶτα προδεδωκότων, κατηνέχθη πρὸς ὕπνον ἤδη νυ κτὸς ἐπιστάσης. ἔδοξεν οὖν ὑπνώττων ἀγανακτεῖν καὶ ἀλύειν καὶ περὶ τῶν ἀδικησάντων διαλέγεσθαι τῷ θεῷ, "δίκασον κύριε" λέ γων "τοὺς ἀδικοῦντάς με." ἐν ᾧ δὲ ἔμελλε τὰ ἑπόμενα εἰπεῖν τοῦ ψαλμοῦ, ἤκουσε φωνῆς λεγούσης μὴ περαιτέρω προβῆναι· ἔφθασε γὰρ ὁ Σκληρὸς προειληφέναι τὸ ἐπίλοιπον τῆς ᾠδῆς. δια ναστὰς οὖν σύντρομος, ὡς ἔγνω πάσης ἐλπίδος ὠλισθηκώς, ὡς εἶχεν ἐξιππασάμενος μετὰ τῶν περὶ αὐτὸν πρὸς τὸ φρούριον ἔφευγε τὸν Τυροποιόν. γνωσθέντος δὲ τοῦ δρασμοῦ τῷ μαγίστρῳ Βάρδᾳ τῷ Σκληρῷ, ἱππεῖς ἀπεστέλλοντο εὔζωνοι καταταχῆσαι καὶ κατα λαβεῖν αὐτὸν πρὸ τοῦ εἰς τὸ φρούριον εἰσελθεῖν· οἵτινες συντόνῳ 2.391 χρησάμενοι τῇ διώξει καταλαμβάνουσιν αὐτὸν κατὰ τὸ πεδίον καὶ μέλλοντα ὅσον οὐδέπω ταῖς τοῦ φρουρίου προσεγγίζειν ὑπωρείαις. εἷς δὲ τούτων τόλμῃ προφέρων καὶ γενναιότητι, τοὔνομα Κων σταντῖνος, Χάρων τὴν προσηγορίαν, τοὺς ἄλλους κατόπιν λιπὼν μετὰ συντονίας ἐπήρχετο τῷ Φωκᾷ, ὄπισθεν οὐραγοῦντι τῶν ἑαυ τοῦ, καὶ ἤν τις ἐπίῃ δέξασθαι προθύμως παρεσκευασμένῳ. τοῦ τον πόρρωθεν ἰδὼν καὶ