486
τοῖς πάλαι ἐχθροῖς, ἐν χώρᾳ φίλων κατατάσσων αὐτούς. Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Ἀνθ' οὗ ὁ 23.1333 μὲν Ἀκύλας φησὶν, Ἐπὶ Φυλισταίους συνεταιρισθήσομαι· ἡ δὲ πέμπτη ἔκδοσις, Ἐπὶ τοὺς ἀλλοφύλους ἐντιμωθήσομαι· ὁ δὲ νθʹ ψαλμὸς, Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Γνώσεως δὲ Θεοῦ καὶ φιλίας καὶ ἑταιρείας καὶ ἀγάπης σημεῖον τὸ ὑποταγῆναι αὐτῷ τοὺς πάλαι ἀνυποτάκτους, καὶ ἀλλοτρίους μὲν τοῦ Θεοῦ, ὑποχειρίους δὲ δαίμοσι πονηροῖς. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆. ΡΗʹ. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Συνήθως καὶ ἐν τούτῳ ἀντὶ τοῦ, εἰς τὸ τέλος, ὁ μὲν Ἀκύλας, τῷ νικοποιῷ, ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος ἐπινίκιον εἴρηκε· μονονουχὶ διδάσκοντος ἡμᾶς τοῦ ἁγίου Πνεύματος, ὅτι δὴ ἐπὶ τοῖς ἐπινικίοις τοῦ Σωτῆρος ἡμῶν, καὶ τοῖς κατὰ τοῦ θανάτου τροπαίοις, καὶ τὰς παρούσας φωνὰς ἐγκαταλέγειν προσήκει, ἐν αἷς ὁ ἀνθρώπινος αὐτοῦ παρίσταται βίος, καὶ ἡ ὑπομονὴ τῶν παθημάτων. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ὁ παρὼν ψαλμὸς ἀναφέρεται εἰς πρόσωπον τοῦ Χριστοῦ, τὰ πάθη περιέχων αὐτοῦ. Μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ Γραφὴ τῶν Πράξεων τῶν ἀποστόλων, ἔνθα ὁ Πέτρος, τῆς τοῦ προδότου Ἰούδα ἐκπτώσεως μνημονεύσας, καὶ παραινέσας ἕτερον δεῖν παραληφθῆναι εἰς τὸν τῶν ιβʹ ἀποστόλων ἀριθμὸν, μαρτυρίᾳ κέχρηται προφητικῇ ἐν τῷ προκειμένῳ ψαλμῷ φασκούσῃ· Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος· ὥστε κατὰ τὴν Πέτρου διδασκαλίαν περὶ τοῦ Ἰούδα αὐτὴν ταύτην εἰρῆσθαι τὴν φωνὴν, καὶ τὰς λοιπὰς ἐν τῷ ψαλμῷ φερομένας. Ὁ τοίνυν Σωτὴρ διὰ τῶν προκειμένων ἀρχόμενος ἀνθρωπίνως, ὡς γενόμενος ἄνθρωπος, μείνας δὲ Θεὸς, ὅπερ ἦν, ἱκετεύει τὸν ἑαυτοῦ Πατέρα μὴ κατορθῶσαι τοὺς ἐπιβουλεύοντας τῇ ἑαυτοῦ σπουδῇ. Σπουδὴ δὲ αὐτοῦ πᾶσα ἦν σβέσαι μὲν ἐξ ἀνθρώπων πᾶσαν εἰδωλολατρείαν, αἴνεσιν δὲ τῷ Πατρὶ καταστήσασθαι ἐπὶ τῆς γῆς· ὃ δὴ ἐν ἑτέροις διδάσκει λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Οἱ δὲ εἰς θάνατον αὐτῷ ἐπιβουλεύοντες κατασιγάσαι ταύτην αὐτὴν τὴν αἴνεσιν καὶ κατασιωπῆσαι σπουδὴν ἐποιοῦντο. Ἀλλὰ σὺ, φησὶν, ὦ Πάτερ, μὴ συγχωρήσῃς ἀποσιωπηθῆναι τὴν αἴνεσίν μου, τὴν εἰς τὴν σὴν τιμὴν καὶ δόξαν σπουδαζομένην. Ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. Στόμα δὲ ἁμαρτωλοῦ καὶ στόμα δολίου μάλιστα μὲν καὶ πᾶν τὸ τῶν Φαρισαίων καὶ Γραμματέων ἐτύγχανε, τῶν μεθ' ὑποκρίσεως αὐτὸν ∆ιδάσκαλον καὶ Ῥαββὶ ἀποκαλούντων, ἐξαιρέτως δὲ τοῦ Ἰούδα, ὃς τὸν ἑαυτοῦ Σωτῆρα καὶ Κύριον φιλήματι προεδίδου. Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολία, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με· 23.1336 ἐγὼ δὲ προσηυχόμην. ∆έον γὰρ ἀγαπᾷν ὡς εὐεργέτην, καὶ μὴ μόνον τῶν σωμάτων, ἀλλὰ καὶ τῶν ψυχῶν ἰατρόν· οἱ δὲ διαβολὰς ἔῤῥαπτον κατ' αὐτοῦ. Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με· ἐγὼ δὲ προσηυχόμην. Καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου· μονονουχὶ καὶ τοὺς ἐμοὶ μαθητευομένους ἔργῳ διδάσκων ὁποίους καὶ αὐτοὺς εἶναι προσήκει, εἴ ποτε τοῖς ὁμοίοις περιπίπτοιεν. Ἐπεὶ δὲ μέσως εἴρηται τό· Ἐγὼ δὲ προσηυχόμην· τίνα δὲ ἦν ἃ προσηύχετο καὶ ὑπὲρ ἐκείνων, οὐκ ἐμφέρεται· εἴποι δ' ἄν τις εἰκότως, ὅτι ταῦτα προσηύχετο καὶ ὑπὲρ ἐκείνων, ἃ δὴ