507
ἐφώρασεν εἰς μέσον φέρων μετὰ παρρησίας· ἀποτριψάμενος γὰρ τὸ μέτωπον ἐν ἀναισχυντίᾳ περιττοτέρᾳ τὰς ἐξεμέσεις τῆς αὐτοῦ κακοδιδασκαλίας ἀπαραλείπτως ὑπέδειξεν. ἐτόλμησε γὰρ εἰπεῖν ἀνόμοιον τὸν υἱὸν τῷ πατρὶ ὑπάρχειν καὶ οὐ ταυτὸν εἶναι τῇ θεότητι πρὸς τὸν πατέρα. καὶ οὐχ ὅτι ἡμεῖς τῷ ὁμοιώματι ἐπερειδόμεθα· ὑπὲρ γὰρ τὴν ὁμοίωσιν οἴδαμεν τὸν υἱὸν πρὸς τὸν πατέρα ὡς ταυτὸν τῇ θεότητι καὶ ἴσον καὶ οὐδ' ὅλως ἠλλοιωμένον. ἔστι γὰρ πολλὰ ἀφωμοιωμένα τῷ θεῷ, ἀλλ' οὐ ταυτὸν ἢ ἴσα ὑπάρχοντα τῇ θεότητι, ὡς καὶ ὁ ἄνθρωπος κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν, ἀλλ' οὐ ταυτὸν τῷ θεῷ πρὸς ἰσότητα. καὶ ὁμοία ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως ἀλλ' οὐ ταυτὸν κόκκος τῇ βασιλείᾳ, οὐδ' ὅλως μετέχων τι τῆς αὐτῆς καὶ ὁμοία ζύμῃ καὶ ὁμοία δέκα παρθένοις καὶ ἀνδρὶ οἰκοδεσπότῃ ὡς πρὸς ὁμοίωσιν, ἀλλ' οὐ κατὰ ταυτότητα. τοῦ δὲ υἱοῦ ὁμοίου ὄντος τῷ πατρὶ καὶ ὑπερομοίου, διὰ τὸ ταυτὸν εἶναι πρὸς τὸν πατέρα καὶ ἴσον πατρί, οὐ τὸ ὅμοιον συνιστᾶν ἡμῖν μόνον ἐπιμελές πεφιλοτίμηται, ἀλλὰ τὸ ταυτὸν καὶ ἴσον, ὡς θεὸν ἐκ θεοῦ καὶ υἱὸν ἐκ πατρὸς καὶ οὐκ ἀλλοῖον τῆς οὐσίας αὐτοῦ, ἀλλ' ἐξ αὐτοῦ γεγεννημένον. οὕτω καὶ περὶ τοῦ ἁγίου πνεύματος. τούτῳ δὲ τῷ γεννάδᾳ Ἀετίῳ οὐδὲ τοῦ ὅμοιον πρὸς πατέρα τὸν υἱὸν ἀξιοῦν ἔδοξεν. οὐ τῷ ὁμοίῳ δὲ αὐτοὶ ἐπερειδόμενοι μόνον τὴν σύστασιν τῆς πίστεως καὶ τὸ 3.343 γεραίρειν τὴν τριάδα ἀληθῶς ἐνιστάμενοι ὁμολογοῦμεν. καὶ γὰρ καὶ ἄργυρος κασσιτέρῳ ὁμοιοῦται καὶ χρυσὸς χαλκῷ καὶ μόλιβδος σιδήρῳ καὶ λίθοι τίμιοι ἐξομοιοῦνται ὑέλῳ, καὶ οὐ τὸ ὅμοιον τὴν φύσιν δηλοῖ, ἀλλὰ τὸ ἀπείκασμα. 3. Ἐνταῦθα δὲ ἡμεῖς καὶ περὶ τῆς γραφῆς, ὁμολογούσης τὸν υἱὸν «εἰκόνα θεοῦ τοῦ ἀοράτου» ὑπάρχειν, τὴν δύναμιν τῆς θείας γραφῆς ἐκ θείας δωρεᾶς ἠκριβωκότες τῆς φησάσης Φαρισαίοις «οὐκ οἴδατε τὰς γραφὰς οὐδὲ τὴν δύναμιν τοῦ θεοῦ», ἐπιστάμεθα οὖν διττὴν οὖσαν ταύτην τὴν σχέσιν, τὴν ἀπόχρησιν δὲ ὡς ἀπὸ ἀνθρώπου λαμβάνοντες πρὸς παράστασιν φράσεως δηλοῦμεν. καὶ γὰρ καὶ ἀνθρώπου εἰκὼν λέγεται, καὶ ἔστιν ὁμοία καὶ οὐχ ὁμοία. ἡ μὲν γάρ ἐστι διὰ χρωμάτων ἀπεικαζομένη, ἡ δὲ διὰ τῆς γεννητικῆς ὁμοουσιότητος, ὡς τοῦ γεννωμένου υἱοῦ πρὸς τὸν πατέρα χαρακτηρίζοντος τὸ γένος, ἀπεικονίσματος δὲ λοιπὸν εὑρισκομένου διὰ τῆς ταυτότητός τε καὶ ὁμοουσιότητος καὶ ἐκτυπώματος. καὶ ἔστιν ἡμῖν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ταυτὸν μὲν τῇ τοῦ πατρὸς θεότητι καὶ ἀξίᾳ καὶ ἴσος διὰ τῆς ἀληθινῆς εἰκόνος καὶ ὁμοιώσεως οὐ παρηλλαγμένης, ἀλλ' ἀπαραλλάκτου, ὡς υἱὸς ἐκ πατρὸς ἀληθινῶς καὶ ὁμοουσίως γεγεννημένος· οὕτω καὶ ἐπὶ τοῦ ἁγίου πνεύματος διὰ τὸ ἐκ πατρὸς ἐξελθεῖν, εἰ καὶ οὐ γεγέννηται, διὰ τὸ τοῦ υἱοῦ μονογενές. οὗτος δὲ ὁ Ἀέτιος περισσοτέρως βουληθεὶς ἀντιστῆναι τῇ τῆς ἀληθείας ὁμολογίᾳ οὐδὲ τὸ ὅμοιον υἱοῦ πρὸς πατέρα πειρᾶται ὁμολογεῖν. οἱ μὲν γὰρ ἄλλοι τῶν Ἀρειανῶν τῶν ἀπὸ Λουκιανοῦ τε καὶ Ὠριγένους λαβόντων τὴν πρόφασιν, γεγονότες ἅμα Ἀστερίῳ τινὶ ἀπὸ σοφιστῶν ὄντι, ἐκπεσόντι δὲ ἐν τῷ διωγμῷ τῷ ἐπὶ Μαξιμιανοῦ γεγόνοτι, *. τινὲς μὲν γὰρ αὐτὸν κτίσμα ἔλεγον, ὡς ἐν ταῖς ἄνω μοι αἱρέσεσι δεδήλωται, ὅτι κτίσμα τὸν υἱὸν τοῦ θεοῦ ἕκαστος τῶν προειρημένων ὡρίσατο καὶ τὸ πνεῦμα τὸ ἅγιον κτίσμα κτίσματος ἐδίδαξαν, τινὲς δὲ ἔλεγον ὅμοιον εἶναι τὸν υἱὸν τῷ πατρί, εἰ καὶ κτίσμα αὐτὸν ὡρίσαντο. οὗτος δὲ τὸ πᾶν τῆς ἐκείνων μὲν εἰρωνείας, ἰδίας δὲ ἀσεβείας ἀπεκάλυψε, τηλαυγῶς τὸ τοῦ δόγματος πρὸς τὸν κύριον ἀπηνές τε καὶ ἀναίσχυντον δηλῶν. καὶ ὡς μὲν ἔχει ἡ ἀλήθεια, δικαιότατα πρὸς τοὺς τὸ κτίσμα παρεισφέροντας ἀποτείνεται ἡ τούτου τοῦ Ἀετίου τοῦ καὶ Ἀνομοίου λεγομένου τοῦ λόγου ἀκριβολογία. 3.344 πᾶν γὰρ τὸ κτιστὸν ἀνόμοιον τυγχάνει τῷ κεκτικότι, κἄν τε κατὰ χάριν ἀφομοιοῖτο, καὶ ὁ κτίσας τῷ κεκτισμένῳ ἀνόμοιος ὑπάρχει, εἰ καὶ χρώμασι διαφόροις αὐτὸ κοσμεῖν πειράσοιτο, εἰ μή τι ἂν πρὸς ἀπεικασμὸν καὶ ἀπεικόνισμα κατὰ μίμησιν μόνον θεωρίας ἐστὶ τὸ