509
αἰτῶν παρὰ τοῦ Θεοῦ, καὶ τὸ παρ' ἑαυτοῦ συνεισφέρει λέγων· Ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. Ὅπερ γὰρ ἦν ἐπὶ τῇ ἐμῇ ἐξουσίᾳ, τοῦτ' ἐξ ἐμοῦ πεπλήρωται. Τὰς ἐντολάς σου ᾑρετισάμην, ἀγαπήσας αὐτὰς κατὰ τὰ πρόσθεν εἰρημένα. Ἐπεπόθησα τὸ Σωτήριόν σου, καὶ ὁ νόμος σου μελέτη μου ἐστί. Οἱ πολλοὶ τῶν ἀνθρώπων ἐπιποθοῦσι σωτηρίαν, ἀλλ' οὐ τὸ τοῦ Θεοῦ, ἀλλὰ τὸ σαρκὸς σωτήριον τὸ ἐν κόσμῳ. Ἔργον δέ ἐστιν ἐπιποθῆσαι τὸ τοῦ Θεοῦ Σωτήριον, ὥστε ἐν Θεῷ σωθῆναι, ἐν αὐτῷ ἀναπαύεσθαι, κληρονομῆσαι τὰ ἅγια· τὸ γὰρ Σωτήριον τοῦ Θεοῦ τοῦτό ἐστιν ἡ αἰώνιος ζωή. Ἐὰν θέλῃς ἐπαναβῆναι τῷ λόγῳ, τὸ Σωτήριον τοῦ Θεοῦ ὁ Χριστός ἐστιν· Ἰησοῦς γὰρ ἑρμηνεύεται, Θεοῦ σωτηρία. Οὗτος ἡμῖν ἐπέμφθη. Ὁδὸς τοῦ ἐπιποθοῦντος τὸ Σωτήριον τοῦ Θεοῦ, τὸ τὸν νόμον εἶναι μελέτην τῷ ἐπιποθοῦντι, προαναφωνοῦντα τὴν δεῦρο αὐτοῦ ἄφιξιν. Νόμον δὲ ἐνταῦθα καλεῖ πᾶσαν τὴν παλαιὰν καὶ θείαν Γραφήν. Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. Εἰς τὸν μέλλοντα χρόνον ἐνέκλειεν τὴν ζωὴν τῆς ψυχῆς. Ἡ γὰρ ζωὴ ἡμῶν κέκρυπται σὺν Χριστῷ ἐν τῷ Θεῷ. Τότε ὑμνήσει κυρίως τὸν Θεόν. Καὶ τὰ κρίματά σου βοηθήσει μοι. Ἐπὶ βοηθείᾳ τῶν κρινομένων τὰ κρίματα τοῦ Θεοῦ γίνεται. Ἀλλὰ ἄλλη παῤῥησία βοηθείας κριμάτων 23.1396 πρὸς τὸν δίκαιον, ἡ χωρὶς βασάνων καὶ πόνων· ἄλλη ὁδὸς βοηθείας κριμάτων πρὸς τὸν διὰ πόνων καὶ βασάνων ἀχθησόμενον. Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.