534
αὐτοῦ τὸ ἅγιον πνεῦμα αὐτοῦ, πνεῦμα τῶν τοῦ υἱοῦ μετέχον, οὐ πάντας ἐγέννησεν, ἀλλ' ἕνα, διὸ μονογενής, καὶ ἓν ἐξ αὐτοῦ ἀπέστειλεν, διὸ ἅγιον πνεῦμα· ἔκτισε δὲ διὰ τοῦ ἑνὸς καὶ ἐστερέωσεν ἐν τῷ ἑνὶ τοὺς πάντας, τοὺς μὲν γεννῶντας μετὰ κτίσιν καὶ γεγεννημένους, τοὺς δὲ κτισθέντας, μήτε γεννῶντας μήτε γεγεννημένους. πολὺ δὲ ἀφέστηκεν ἡ ἄκτιστος τῆς τριάδος οὐσία τῶν ἀπὸ τῆς τριάδος κτισθέντων καὶ οὐκ ἀπὸ τῆς τριάδος γεννηθέντων. διὸ ἔχει ἡ τριὰς τὸ ἀπαθὲς καὶ ἀπαράλλακτον, τὰ δὲ πάντα τὰ μετὰ τὴν τριάδα πάθει εἰσὶν ὑποκείμενα, εἰ μή τι ἂν δωροῖτο ὁ ἀπαθὴς τὸ ἀπαθὲς διὰ τῆς ἀφθαρσίας, οἷς βούλεται κατὰ δωρεὰν χαρίσασθαι ἀφθόνως. οὐκ ἔχουσι δὲ τὸ ἄφθαρτον ἐξ ἀσωμάτου φύσεως, ἀλλ' ἐξ ἀφθονίας τοῦ ἀγαθοῦ καὶ ἀπαθοῦς θεοῦ. καὶ γὰρ οὔτε τὸ παθεῖν τὸν 3.393 μονογενῆ ἐν σαρκὶ πάθος περιποιεῖται τῇ αὐτοῦ θεότητι, καίτοι γε ἐξ ἀληθινῆς ὁμολογίας πιστευόμενον ἀπὸ τῆς ἀληθινῆς πίστεως, ὅτι πέπονθεν ὁ ἀπαθὴς θεὸς ὢν λόγος. ἔμεινε δὲ ἐν ἀπαθείᾳ ὁ αὐτός, μὴ τραπεὶς τὴν φύσιν μήτε ἠλλοιωμένος. διὸ σοφία ὢν καὶ θεὸς ἀπαθὴς ὢν καὶ εἰδὼς ὅτι διὰ πάθους σῴζει τοὺς τὰ πάθη ἔχοντας τοῦ θανάτου «οὐ πρέσβυν» ἀπέστειλεν, «οὐκ ἄγγελον,» οὔτε ἔτι τινὰ ὡς τοὺς πρὸ αὐτοῦ προφήτας, ἀλλ' αὐτὸς κύριος ἦλθε, καὶ τὸ παθητὸν λαβὼν ἐν ἑαυτῷ ἀληθινῶς πέπονθε, τῆς θεότητος αὐτοῦ ἀπαθοῦς μενούσης. οὐ γὰρ ἡ ἔνσαρκος παρουσία ἤμβλυνε τὴν δύναμιν τῆς αὐτοῦ θεότητος. εὑρίσκεται γὰρ ἐν τῇ αὐτοῦ θεότητι τὰ τοῦ θεοῦ ἐνεργῶν καὶ μὴ ἀπὸ σαρκὸς ἀποκλειόμενος, ἀνέμῳ μὲν ἐπιτιμῶν καὶ κλύδωνι καὶ θαλάσσῃ, Λάζαρον δὲ αὐθεντίᾳ ἰδίᾳ καλῶν, καὶ ἄλλα μυρία καὶ ἐπέκεινα τούτων ποιῶν· ὃς καὶ συνεχώρει μὲν τὰ κατὰ τὸ εὔλογον τῇ σαρκί, ὡς καὶ διαβόλῳ πειράζειν καὶ ἀνθρώποις παίειν καὶ τοῖς συλλαμβάνουσι τὸ ἁλίσκειν, ἵνα ἐν τῷ παθητῷ ὁ ἀπαθὴς πάθῃ, ἀπαθὴς μένων ἐν τῇ ἰδίᾳ θεότητι, ὢν οὐκ ἀλλότριος τοῦ ἀπαθοῦς θεοῦ, ἑκουσίως δὲ ποιῶν τὰ πάντα κατὰ τὸ ἔκπληκτον αὐτοῦ μυστήριον, ὡς καὶ ὁ πατὴρ θεὸς σὺν αὐτῷ τῷ μονογενεῖ καὶ τῷ πνεύματι αὐτοῦ τῷ ἁγίῳ, τριὰς οὖσα ἀεὶ τελεία καὶ ἀπαθὴς μία θεότης, περιέχει τὰ πάντα, εἷς θεός, μία κυριότης, τοῦ αὐτοῦ θεοῦ περιέχοντος τὰ ὅλα. Καὶ οὐ διὰ τὸ περιέχειν τὰ πάντα πάθει ὑποπίπτει, τῶν ἐμπεριεχομένων ὑπὸ πάθος πιπτόντων. ἐντὸς γὰρ πάντων ἐστὶ καὶ ἐκτὸς τῶν ὅλων πάντων θεός, ἀμιγὴς πρὸς τὰ πάντα. ὅθεν οὐ διὰ τὸ εἶναι πάντη οὐδὲ διὰ τὸ ἐκτὸς εἶναι πάντων οὐδὲ διὰ τὸ περιέχειν τὰ πάντα οὐδὲ διὰ τὸ ἐν αὐτῷ τὰ πάντα κινεῖσθαι, πάθος εἰσοίσει τῷ ἀπαθεῖ θεῷ, ὥσπερ οὐδὲ διὰ τὸ γεγεννηκέναι τὸν μονογενῆ, οὐδὲ διὰ τὸ τὸν μονογενῆ γεγεννῆσθαι, οὐδὲ διὰ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐξ αὐτοῦ ἀπεστάλθαι, πάθος εἰσοίσει τῇ ἁγίᾳ τριάδι. οὔτε γὰρ παθητὸν τὸ ἅγιον πνεῦμα, ἐν εἴδει περιστερᾶς κατιὸν ἐπὶ τὸν Ἰορδάνην, οὔτε ὁ μονογενὴς ὑπὸ Ἰωάννου βαπτιζόμενός τε καὶ ψηλαφώμενος, οὔτε ὁ πατὴρ ἄνωθεν βοῶν φωνῇ ἀκουστικῇ ἀνθρώποις ὅτι «οὗτός μού ἐστιν ὁ υἱός, αὐτοῦ ἀκούετε». ἀπαράλλακτος τοίνυν ὁ υἱός· καὶ ὁ μὲν πατὴρ ἀγέννητος, ὁ δὲ υἱὸς γεννητός, ἀπαθὴς δέ, ἀπαθὲς καὶ τὸ πνεῦμα ἀπαθῶς προελθόν, τῶν μὲν ἄλλων κτιστῶν ὄντων, τῆς δὲ τελείας τριάδος διαμενούσης ἐν τῇ ποσότητι καὶ ἀκτίστῳ ὀνομασίᾳ, οὔτε τοῦ ἀμεί3.394 νονος μεταβαλλομένου οὔτε τοῦ γεννηθέντος πάθει συνεχομένου· οὔτε γὰρ ὁ γεννήσας πάθει συνεσχέθη. οὐ γὰρ σωματικὸν τὸ γέννημα, ἀλλὰ πνεῦμα ἐκ πνεύματος καὶ υἱὸς ἐκ πατρός. ὡσαύτως καὶ τὸ ἅγιον πνεῦμα ἐξ αὐτοῦ, πνεῦμα πατρός, πνεῦμα Χριστοῦ, οὐ κτιστόν, οὐ γεννητόν, οὐ συνάδελφον, οὐ προπάτορον, οὐκ ἔκγονον, τῆς ἀσυγκρίτου οὐσίας πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὑπερβαινούσης πᾶσαν ἔννοιαν καὶ πάντα νοῦν, οὐ μόνον εἴποιμι ἀνθρώπων, ἀλλὰ καὶ ἀγγέλων. οὐ γὰρ μεταβολὴν ἐπεδέξατο ὁ μονογενὴς οὐδὲ ὁ αὐτοῦ πατὴρ οὐδὲ τὸ ἅγιον αὐτοῦ πνεῦμα, τῷ τὸν μονογενῆ ἀπαθῆ ὄντα ἐν σαρκὶ παθεῖν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐν εἴδει περιστερᾶς κατιέναι καὶ τῷ